Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 43

36.2 τῶν Ῥωμαίων ἐγένετο. οἵ τε γὰρ Καισάρειοι στρατιῶται τῷ τε πλήθει καὶ τῇ ἐμπειρίᾳ καὶ παρὰ παντα τῇ αὐτοῦ ἐκείνου παρουσίᾳ θαρσοῦντες ἀπαλλαγῆναί ποτε τοῦ τε πολέμου καὶ τῶν ἐν αὐτῷ κακῶν ἐσπούδαζον, καὶ οἱ Πομπηίειοι τούτοις μὲν ἐλαττούμενοι, τῇ δʼ ἀπογνώσει τῆς σωτηρίας,
36.3 ἂν μὴ κρατήσωσιν, ἐρρωμένοι προεθυμοῦντο· οἷα γὰρ μετά τε τοῦ Ἀφρανίου καὶ μετὰ τοῦ Οὐάρρωνος οἱ πλείους αὐτῶν καὶ ἁλόντες καὶ σωθέντες, καὶ μετὰ τοῦτο τῷ τε Λογγίνῳ ἀποδοθέντες καὶ ἀπʼ αὐτοῦ ἀποστάντες, οὔτε τινὰ ἐλπίδα συγγνώμης ἡττηθέντες εἶχον, κἀκ τούτου πρὸς ἀπόνοιαν, ὡς καὶ κρατῆσαι krath=sai Wagner, qarsh=sai L. τότε to/te Bk., po/te L. ἢ πάντως γε
36.4 ἀπολέσθαι δεόμενοι, προήχθησαν. συμμίξαντες οὖν ἐμάχοντο· οὐδὲ γὰρ οὐδὲ αἰδῶ τινα ἀλλήλων εἶχον ἔτι, τοσαυτάκις e)/ti tosauta/kis Xyl., e)pitosauta/kis L. ἀντιπεπολεμηκότες, καὶ
37.1 διὰ τοῦτο μηδὲ παραινέσεώς τινος δεόμενοι. κἀν τούτῳ τὰ μὲν συμμαχικὰ ταχέως ἑκατέρωθεν ἐτράπη καὶ ἔφυγεν, αὐτοὶ δὲ ἐκεῖνοι συσταδὸν ἀνακόπτοντες a)nako/ptontes Naber, a)ntiko/ptontes L. ἀλλήλους ἐπὶ πλεῖστον ἠγωνίσαντο. οὐδὲ γὰρ ou)de\ ga\r R. Steph., ou)/te L. ἐνέδωκεν αὐτῶν οὐδείς, ἀλλʼ ἐν χώρᾳ μένοντες ἔσφαζον ἔθνησκον, ὡς καὶ αὐτὸς ἕκαστος ἢ τῆς νίκης ἢ τῆς ἥττης καὶ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi