Kitap 43
35.1
ἐκείνης δὲ δὴ τῆς πόλεως ἁλούσης οὐκέτʼ οὐδὲ ou)de\ St., ou)de\n L. οἱ ἄλλοι ἠτρέμιζον, ἀλλὰ a)lla\ Bk., a)llo\i L. πολλοὶ μὲν αὐτοὶ πρὸς τὸν Καίσαρα πρεσβευσάμενοι μεθίσταντο, πολλοὶ δὲ καὶ ἐπιόντα αὐτὸν τούς τε
35.2
ὑποστρατήγους αὐτοῦ ἐδέχοντο, ὥστε τὸν Πομπήιον ἀπορήσαντα ὅ τι χρὴ πρᾶξαι, τὸ μὲν πρῶτον ἄλλοτε ἄλλῃ τῆς χώρας μεθιστάμενον πλανᾶσθαι, ἔπειτα δὲ φοβηθέντα μὴ καὶ ἐξ αὐτοῦ τούτου καὶ οἱ λοιποὶ αὐτὸν ἐγκαταλίπωσι, διακινδυνεῦσαι ἐθελῆσαι, καίτοι τοῦ δαιμονίου τὴν ἧτταν ἐναργέστατα αὐτῷ προσημήναντος.
35.3
οἱ μὲν γὰρ ἱδρῶτες τῶν ἀγαλμάτων καὶ αἱ ἠχαὶ τῶν στρατοπέδων, τά τε ζῷα ἃ a(\ supplied by Xyl. πολλὰ παρὰ τὴν ἑαυτῶν φύσιν ἐγεννήθη, καὶ αἱ δᾷδες αἱ πρὸς τὰς δυσμὰς ἐκ τῶν ἀνατολῶν ᾅττουσαι (ταῦτα γὰρ ἐν τῇ Ἰβηρίᾳ τότε ἅμα πάντα συνηνέχθἠ σαφὲς οὐδέν, ὁποτέροις σφῶν
35.4
προφαίνοιτο, διεδήλου· οἱ δὲ δὴ ἀετοὶ τῶν στρατοπέδων αὐτοῦ τάς τε πτέρυγας σείσαντες καὶ τοὺς κεραυνούς, οὓς ἐν τοῖς ποσί τινες αὐτῶν χρυσοῦς ἔφερον, ἐκβαλόντες ἐκείνῳ τε τὸ κακὸν ἄντικρυς ἐνέσκηπτον καὶ αὐτοὶ πρὸς τὸν Καίσαρα ἀπεπέτοντο. ἀλλʼ ἦγε γὰρ a)ll' h)=ge ga\r Kuiper, a)/llh te ga\r L. τὸ δαιμόνιον, ἔν τε ὀλιγωρίᾳ αὐτὸ ἐποιήσατο, καὶ ἐς πόλιν Μοῦνδαν po/lin *mou=ndan Bs., po/lemon L. πρὸς μάχην δὴ κατέστη.
36.1
εἶχον μὲν δὴ πρὸς τοῖς ἄλλοις τοῖς τε πολιτικοῖς καὶ τοῖς ξενικοῖς στρατεύμασι πολλοὺς μὲν τῶν ἐπιχωρίων πολλοὺς δὲ καὶ Μαύρων ἀμφότεροι· Βόκχος μὲν γὰρ τοὺς υἱεῖς τῷ Πομπηίῳ ἔπεμψε, Βογούας δὲ αὐτὸς τῷ Καίσαρι συνεστράτευσεν· ὁ δὲ ἀγὼν οὐχ ὡς τῶν ἄλλων ἀλλʼ ὡς αὐτῶν