Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 43

34.1 ἐσέπεμψεν. ἠδυνήθη γὰρ ἐκεῖνος ὧδε εἴσω παρελθεῖν. νύκτωρ τῶν φυλάκων τινὰς μόνος, ὡς καὶ ὑπὸ τοῦ Καίσαρος ἐς ἐφοδείαν ἀπεσταλμένος, ἀνήρετο τὸ σύνθημα, καὶ μαθών (οὔτε γὰρ ἐγιγνώσκετο, καὶ κατὰ μόνας οὐκ ἄν ποτε ὑπωπτεύθη μὴ φίλιός σφισιν ὢν τοῦτο ποιῆσαι) ἐκείνους μὲν
34.2 εἴασεν, ἐκπεριελθὼν δὲ ἑτέρωσε τοῦ περιτειχίσματος ἄλλοις τισὶ φύλαξιν ἐνέτυχε, καὶ τό τε σύνθημα αὐτοῖς εἰπών, καὶ ἐπὶ προδοσίᾳ τῆς πόλεως παρεῖναι parei=nai Reim., ei)=nai L. πλασάμενος, διʼ ἑκόντων τε αὐτῶν
34.3 καὶ παραπεμπόντων γε ἐσῆλθεν. οὐ μέντοι καὶ περιεποιήσατο αὐτήν. τά τε γὰρ ἄλλα πολλά, καί ποτε πῦρ ἔς τε τὰς μηχανὰς καὶ ἐς τὰ σταυρώματα τὰ τῶν Ῥωμαίων ἐμβαλόντες e)mbalo/ntes R. Steph., e)mba/llontes L. ἐκείνους μὲν οὐδὲν ὅ τι καὶ ἀξιόλογον ἔβλαψαν, αὐτοὶ δὲ ἀνέμου σφίσιν ἐξ ἐναντίας ἐν τούτῳ
34.4 σφοδροῦ προσπεσόντος κακῶς ἀπήλλαξαν· τά τε γὰρ οἰκοδομήματα ἐπεφλέχθη, καὶ ἄνθρωποι συχνοὶ τοῖς τε λίθοις καὶ τοῖς βέλεσι, μηδὲ mhde\ Bk., mh/te L. προϊδέσθαι τι ὑπὸ τοῦ καπνοῦ δυνηθέντες, ἐξώλοντο. ὡς οὖν τοῦτό τε αὐτοῖς συνεβεβήκει καὶ ἡ γῆ ἐπορθεῖτο τοῦ τε τείχους τινὰ tina\ Dind., tino\s L. ἐξ ὑπονόμων
34.5 ἔπιπτεν, ἐστασίασαν, καὶ πρότερος μὲν ὁ Φλάκκος ἐπʼ ἀδείᾳ a)dei/a| R. Steph., a)dei/as L. ἑαυτοῦ e(autou= Bs., au(tou= Bk., au)tou= L. τε καὶ τῶν συνόντων οἱ πρὸς τὸν Καίσαρα διεκηρυκεύσατο, ἔπειτα δὲ οὗτος μέν (οὐ γὰρ ἠθέλησε τὰ ὅπλα παραδοῦναι) διήμαρτεν αὐτῆς, οἱ δὲ ἄλλοι οἱ ἐπιχώριοι μετὰ τοῦτο καὶ ἐπρεσβεύσαντο καὶ συνέβησαν ἐφʼ οἷς ἐκελεύοντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi