Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 43

3.1 Ἐνταῦθʼ οὖν αὐτῷ ὄντι Πούπλιός τις Σίττιος, εἴγε ἐκεῖνον ἀλλὰ μὴ τὸ δαιμόνιον δεῖ λέγειν, τήν τε σωτηρίαν ἅμα καὶ τὴν ἐπικράτησιν ἔδωκεν. οὗτος γὰρ ἐξέπεσε μὲν ἐκ τῆς Ἰταλίας, παραλαβὼν δὲ συμφυγάδας τινὰς καὶ περαιωθεὶς ἐς
3.2 Μαυριτανίαν χεῖρά τε ἤθροισε, h)/qroise Bk., hi)/thse L. καὶ παρὰ τῷ Βόκχῳ στρατηγήσας ἐπεχείρησε τῷ Καίσαρι, μήτε τινὰ εὐεργεσίαν αὐτοῦ προέχων μήτʼ ἄλλως ἐν γνώσει οἱ ὤν, τοῦ τε πολέμου συναείρασθαι καὶ
3.3 τὰ παρόντα συγκατεργάσασθαι. κἀκ τούτου αὐτῷ μὲν ἐκείνῳ οὐκ ἐπήμυνε· πόρρω τε γὰρ αὐτὸν ἤκουεν ὄντα, καὶ βραχύ τι ὑφʼ ἑαυτοῦ (οὐ γάρ πω μεγάλην ἰσχὺν εἶχενʼ ὠφελήσεσθαι ἐνόμιζε· τὸν δὲ δὴ Ἰόβαν ἐκστρατεύσαντα τηρησας
3.4 ἔς τε τὴν Νουμιδίαν ἐνέβαλε, καὶ ταύτην τε te Bk., ge L. καὶ τὴν Γαιτουλίαν μέρος τῆς ἀρχῆς αὐτοῦ οὖσαν ἐλυμήνατο, ὥστε τὸν βασιλέα τῶν τε ἐν χερσὶν ἀφέσθαι καὶ ἐκ μέσης τῆς ὁδοῦ μετὰ τοῦ πλείονος στρατοῦ ἀναστρέψαι· ἔστι γὰρ ὅ τι καὶ
3.5 τῷ Σκιπίωνι ἀπʼ αὐτοῦ συνέπεμψεν. ἐξ οὗπερ καὶ τὰ μάλιστα διεφάνη ὅτι εἰ καὶ ἐκεῖνος ἐληλύθει, οὐκ ἄν ποτε αὐτοῖς ὁ Καῖσαρ ἀντέσχεν. οὔκουν οὐδὲ μόνῳ τῷ Σκιπίωνι συμβαλεῖν sumbalei=n Bk., sumba/llein L. εὐθὺς ἐτόλμησε· τά τε γὰρ ἄλλα καὶ τοὺς ἐλέφαντας, τὸ μέν τι καὶ ἐπὶ τῇ μάχῃ, τὸ δὲ δὴ πλεῖον ὅτι τὸ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi