Kitap 43
26.1
ταῦτά τε ἐνομοθέτησε, καὶ τὰς ἡμέρας τῶν ἐτῶν οὐ πάντῃ ὁμολογούσας σφίσι (πρὸς γὰρ τὰς τῆς σελήνης περιόδους ἔτι e)/ti Xiph., e)/th L. καὶ τότε τοὺς μῆνας ἦγονʼ κατεστήσατο ἐς τὸν νῦν τρόπον, ἑπτὰ καὶ ἑξήκοντα ἡμέρας ἐμβαλών, ὅσαιπερ ἐς τὴν ἀπαρτιλογίαν
26.2
παρέφερον. ἤδη μὲν γάρ τινες καὶ πλείους ἔφασαν ἐμβληθῆναι, τὸ δʼ ἀληθὲς οὕτως ἔχει. τοῦτο δὲ ἐκ τῆς ἐν Ἀλεξανδρείᾳ διατριβῆς ἔλαβε, πλὴν καθʼ ὅσον ἐκεῖνοι μὲν τριακονθημέρους τοὺς μῆνας λογίζονται, ἔπειτα ἐπὶ παντὶ τῷ ἔτει τὰς πέντε ἡμέρας ἐπάγουσιν, ὁ δὲ δὴ Καῖσαρ ἐς μῆνας ἑπτὰ e(pta\ Bk., te L. ταύτας τε καὶ τὰς ἑτέρας
26.3
δύο, ἃς ἑνὸς μηνὸς ἀφεῖλεν, ἐνήρμοσε. τὴν μέντοι μίαν τὴν ἐκ τῶν τεταρτημορίων συμπληρουμένην διὰ πέμπτων καὶ αὐτὸς ἐτῶν ἐσήγαγεν ὥστε μηδὲν ἔτι τὰς ὥρας αὐτῶν πλὴν ἐλαχίστου παραλλάττειν· ἐν γοῦν χιλίοις καὶ τετρακοσίοις καὶ ἑξήκοντα καὶ ἑνὶ e(ni\ R. Steph., e)n e(ni\ L. ἔτει μιᾶς ἄλλης ἡμέρας ἐμβολίμου δέονται.
27.1
καὶ ταῦτα μέντοι, τά τε ἄλλα ὅσα ὑπὲρ τοῦ κοινοῦ ἐβουλεύετο, οὔτʼ ἰδιογνωμονῶν i)diognwmonw=n Reim., i)diognwmw=n L. οὔτʼ ἰδιοβουλῶν ἔπραττεν, ἀλλὰ πάντα δὴ πάντως τοῖς πρώτοις τῆς βουλῆς, ἔστι δʼ ὅτε καὶ πάσῃ αὐτῇ, ἐπεκοίνου. e)pekoi/nou R. Steph., e)pekei/nou L. καὶ παρὰ τοῦτο οὐχ ἥκιστα, καίτοι τραχυτερόν τινα νομοθετήσας, ὅμως ἤρεσέ σφισι.