Kitap 43
15.3
ἐξουσίας δρᾶσαι. μὴ μέντοι μηδʼ ὅτι καὶ Μάριος καὶ Κίννας καὶ Σύλλας, οἵ τε ἄλλοι πάντες ὡς εἰπεῖν ὅσοι πώποτε τοὺς ἀντιστασιάσαντάς σφισιν ἐκράτησαν, ἐν μὲν ταῖς ἐπιχειρήσεσι τῶν πραγμάτων πολλὰ καὶ φιλάνθρωπα καὶ εἶπον καὶ
15.4
ἔπραξαν, ἐξ ὧν οὐχ ἥκιστα προσαγαγόμενοί prosagago/menoi/ Bk., prosago/menoi/ L. τινας μάλιστα μὲν συμμάχοις αὐτοῖς, εἰ δὲ μή, οὐκ ἀνταγωνισταῖς γε ἐχρήσαντο, νικήσαντες δὲ καὶ ἐγκρατεῖς ὧν ἐπεθύμουν γενόμενοι πολὺ τἀναντία ἐκείνων καὶ λόγῳ καὶ ἔργῳ ἔπραξαν, καὶ ἐμέ τις ὑπολάβῃ τὸ αὐτὸ τοῦτο ποιήσειν.
15.5
οὔτε γὰρ ἄλλως πως πεφυκὼς ἔπειτα τὸν μὲν ἔμπροσθε χρόνον προσποιητῶς ὑμῖν ἐνωμίλησα, νῦν δέ, ὅτι ἔξεστιν, ἀσφαλῶς θρασύνομαι· οὔτʼ αὖ ὑπὸ τῆς πολλῆς εὐπραγίας ἐξῆγμαι καὶ τετύφωμαι ὥστε καὶ τυραννῆσαι ὑμῶν ἐπιθυμῆσαι (ταῦτα γὰρ ἔμοιγε ἀμφότερα ἢ τό γε ἕτερον
15.6
αὐτῶν ἐκεῖνοι παθεῖν δοκοῦσινʼ· ἀλλʼ εἰμί τε τῇ φύσει τοιοῦτος ὁποίου μου ἀεὶ πεπείρασθε (τί γὰρ δεῖ με καθʼ ἕκαστον ἐπεξιόντα ἐπαχθῆ, ὡς καὶ ἐμαυτὸν ἐπαινοῦντα, γενέσθαι;ʼ καὶ τὴν τύχην οὐκ ἂν προπηλακίσαιμι, ἀλλʼ ὅσῳ μᾶλλον ἀγαθῆς αὐτῆς πεπείραμαι, τόσῳ μᾶλλον πρὸς
15.7
πάντα μετρίως metri/ws Bs., krei/ttw L. αὐτῇ χρήσομαι. οὐδὲ γὰρ οὐδʼ ἐπʼ ἄλλο τι τοσοῦτό τʼ t' Rk., ti L. ἰσχῦσαι καὶ τηλικοῦτον αὐξηθῆναι ἐσπούδασα ὥστε πάντας μὲν τοὺς ἀντιπολεμήσαντας κολάσασθαι πάντας δὲ τοὺς ἀντιστασιάσαντας νουθετῆσαι, ἢ ἵνα καὶ ἀνδραγαθίζεσθαι ἀσφαλῶς καὶ εὐτυχεῖν εὐκλεῶς