Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 43

14.5 ἐς δέκα ἐφεξῆς εἵλοντο. καὶ προσέτι ἐπί τε ἀρχικοῦ δίφρου μετὰ τῶν ἀεὶ ὑπάτων ἐν τῷ συνεδρίῳ καθίζειν καὶ γνώμην ἀεὶ πρῶτον ἀποφαίνεσθαι, ἔν τε ταῖς ἱπποδρομίαις ἁπάσαις ἀποσημαίνειν, καὶ τὰς ἀρχὰς τά τε ἄλλα ὅσα τισὶν ὁ δῆμος πρότερον pro/teron Bk., prw=ton L. ἔνεμεν e)/nemen R. Steph., e)ne/meinen L. ἀποδεικνύναι
14.6 ἐψηφίσαντο. ἅρμα τέ τι αὐτοῦ ἐν τῷ Καπιτωλίῳ ἀντιπρόσωπον τῷ Διὶ ἱδρυθῆναι, καὶ ἐπὶ εἰκόνα αὐτὸν τῆς οἰκουμένης χαλκοῦν ἐπιβιβασθῆναι, γραφὴν ἔχοντα ὅτι ἡμίθεός ἐστι, τό τε ὄνομα αὐτοῦ ἐπὶ τὸ Καπιτώλιον ἀντὶ τοῦ Κατούλου, ὡς w(s Xyl., grafh=nai w(s L. καὶ τὸν νεών, ἐφʼ οὗ τῇ ἐκποιήσει εὐθύνειν ἐκεῖνον ἐπεχείρησεν, ἐκτελέσαντος, ἀντεγγραφῆναι
14.7 ἐκέλευσαν. ταῦτα δὲ μόνα κατέλεξα οὐχ ὅτι καὶ μόνα ἐψηφίσθη (παμπληθῆ τε γὰρ ἐσεφέρετο καὶ δῆλον ὅτι καὶ ἐκυροῦτὀ ἀλλʼ ὅτι τὰ μὲν ἄλλα παρήκατο, ταῦτα δὲ προσεδέξατο.
15.1 δεδογμένων δὲ ἤδη αὐτῶν ἦλθέ τε ἐς τὴν Ῥώμην, καὶ ἰδὼν τοὺς ἀνθρώπους τήν τε δύναμιν αὐτοῦ φοβουμένους καὶ τὸ φρόνημα ὑποτοπουμένους, κἀκ τούτου πολλὰ καὶ δεινά, οἷά που καὶ πρὶν ἐγεγόνει, πείσεσθαι προσδοκῶντας, καὶ διὰ τοῦτο καὶ ὑπερόγκους οἱ τιμὰς κολακείᾳ
15.2 ἀλλʼ οὐκ εὐνοίᾳ ἐψηφισμένους, παρεμυθήσατό τε αὐτοὺς καὶ ἐπήλπισεν εἰπὼν ἐν τῇ βουλῇ τοιάδε· “μηδεὶς ὑμῶν, ὦ πατέρες, προσδοκήσῃ μήτε ἐρεῖν με χαλεπὸν μηδὲν μήτε πράξειν, ὅτι καὶ νενίκηκα καὶ δύναμαι πᾶν μὲν ὅ τι ἂν ἐθελήσω ἀνεύθυνος εἰπεῖν, πᾶν δʼ ὅ τι ἂν βουληθῶ μετʼ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi