Kitap 43
12.1
ὅτι δημοσίᾳ ὑπʼ αὐτῶν ἐτάφη, κτήσασθαι· ὁ δὲ δὴ Καῖσαρ ἐκείνῳ μὲν ὀργίζεσθαι ἔφη ὅτι οἱ τῆς ἐπὶ (??ʼ σωτηρίᾳ αὐτοῦ εὐκλείας ἐφθόνησε, τὸν δὲ υἱὸν καὶ (??ʼν (??ʼλλων (??ʼοὺς πλείους ἀφῆκεν, ὥσπερ εἴθιστο· οἱ μὲν γὰρ εὐθὺς οἱ δὲ καὶ (??ʼερον ὅπως ἀμβλυτέρῳ αὐτῷ ὑπὸ τοῦ χρόνου γενομένῳ προσέλθωσιν,
12.2
ἐθελονταὶ προσεχώρησαν. καὶ οἱ μὲν ἐσώθησαν, Ἀφράνιος δὲ καὶ Φαῦστος ἑκόντες μὲν οὐκ ἦλθον πρὸς αὐτόν (καὶ γὰρ εὖ ᾔδεσαν ἀπολούμενοἰ, φυγόντες δὲ ἐς Μαυριτανίαν συνελήφθησαν ὑπὸ τοῦ Σιττίου. καὶ ἐκείνους μὲν ἀκρίτους ὁ
12.3
Καῖσαρ ὡς καὶ αἰχμαλώτους ἀπέσφαξεν· τὸν δὲ δὴ Καίσαρα τὸν Λούκιον, καίπερ ἐν γένει οἱ ὄντα καὶ ἐθελούσιον ἱκετεύσαντα, ὅμως ἐπειδὴ διὰ παντὸς αὐτῷ προσεπεπολεμήκει, τὸ μὲν πρῶτον ἀποδικῆσαι ἐκέλευσεν ὥστε ἐν δίκῃ τινὶ κατεψηφίσθαι αὐτοῦ δόξαι, ἔπειτα δὲ ὀκνήσας αὐτὸν τῇ ἑαυτοῦ φωνῇ θανατῶσαι τότε μὲν ἀνεβάλετο, a)neba/leto R. Steph., a)neba/lleto L.
13.1
ὕστερον δὲ καὶ κρύφα ἀπέκτεινε. καὶ γὰρ τῶν συνόντων οἱ τοὺς οὐκ ἐπιτηδείους τοὺς μὲν πρὸς τῶν ἐναντίων οὐκ ἀκουσίως ἀπέβαλλε, a)pe/balle Cobet, a)peba/lleto L. τοὺς δὲ καὶ διʼ αὐτῶν τῶν σφετέρων ἐξ ἐπιβουλῆς ἐν
13.2
αὐταῖς ταῖς μάχαις ἀπόλλυσθαι ἐποίει. οὐ γάρ τοι καὶ φανερῶς πᾶσι τοῖς λυπήσασί τι αὐτόν, ὥσπερ εἶπον, ἐπεξῄει, ἀλλʼ ὅσους μηδενὶ ἀξιόχρεῳ ἐγκλήματι μετελθεῖν ἐδύνατο, ἐν τρόπῳ δή τινι ἀφανεῖ ὑπεξῄρει, καίτοι τότε τὰ γράμματα, ὅσα ἐν τοῖς ἀπορρήτοις τοῦ Σκιπίωνος κιβωτίοις