Kitap 43
arg.
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ τρίτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
arg.
α. ὡς Καῖσαρ Σκιπἱωνα καὶ Ἰόβαν ἐνίκησεν.
arg.
β. ὡς Νουμιδίαν οἱ Ῥωμαῖοι ἔσχον.
arg.
γ. ὡς Κάτων ἑαυτὸν ἀπέκτεινεν.
arg.
δ. ὡς Καῖσαρ ἐς Ῥώμην ἐπανῆλθε καὶ τὰ ἐπινίκια ἔπεμψε καὶ τἆλλα κατεστήσατο.
arg.
ε. ὡς ἥ τε ἀγορὰ Καίσαρος καὶ ὁ ναὸς ὁ τῆς Ἀφροδίτης καθιερώθη.
arg.
ζ. ὡς Καῖσαρ τὸν ἐνιαυτὸν ἐς τὸν νῦν τρόπον κατεστήσατο.
arg.
η. ὡς Καῖσαρ Γναῖον Πομπήιον τὸν τοῦ Πομπηίου υἱὸν ἐν Ἰβηρίᾳ ἐνίκησεν.
arg.
θ. ὡς πρῶτον ὕπατοι ἐς οὐχ ὅλον τὸ ἔτος ἀπεδείχθησαν.
arg.
ι. ὡς Καρχηδὼν καὶ Κόρινθος ἀπῳκίσθη.
arg.
ια. ὡς οἱ Κερεάλιοι ἀγορανόμοι κατεστάθησαν.
arg.
χρόνου πλῆθος ἔτη τρία, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
arg.
γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ δικτάτωρ τὸ γ to\ g St., tou= L. μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ γ μετὰ Αἰμιλίου Λεπίδου L. adds u(p. after *lepi/dou and *)antwni/ou. Deleted by Bs.
arg.
γ. *g. Bs., ga/ios L. Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ δ μετὰ Αἰμιλίου Λεπίδου *lepi/dou supplied by Bs. ἱππάρχου καὶ ὕπατος τὸ δ μόνος
arg.
γ. *g. supplied by Bs. Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ ε μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ ε μετὰ Μ. M. supplied by Bs. Ἀντωνίου.
1.1
τότε μὲν ταῦτʼ ἔπραξε, τῷ δὲ ἐχομένῳ ἔτει καὶ ἐδικτατόρευσεν ἅμα καὶ ὑπάτευσε, τρίτον ἑκάτερον, τοῦ Λεπίδου οἱ ἀμφοτέρωθι a)mfote/rwqi v. Hers., a)mfote/rois L. συνάρξαντος. ἐπειδὴ γὰρ δικτάτωρ ὑπʼ αὐτοῦ τὸ πρῶτον ἐλέχθη, παραχρῆμά τε αὐτὸν μετὰ τὴν στρατηγίαν ἐς τὴν Ἰβηρίαν τὴν πλησιαιτέραν ἔστειλε,