Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 42

8.1 ὁ δʼ οὖν Καῖσαρ τὴν τοῦ Πομπηίου κεφαλὴν ἰδὼν κατεδάκρυσε καὶ κατωλοφύρατο, πολίτην τε αὐτὸν καὶ γαμβρὸν ὀνομάζων, καὶ πάνθʼ ὅσα ποτὲ ἀλλήλοις ἀνθυπουργήκεσαν ἀναριθμούμενος. τοῖς τε ἀποκτείνασιν αὐτὸν οὐχ ὅπως εὐεργεσίαν τινὰ ὀφείλειν ἔφη, ἀλλὰ καὶ ἐπεκάλει, καὶ ἐκείνην κοσμῆσαί τε καὶ εὐθετῆσαι καὶ θάψαι τισὶν
8.2 ἐκέλευσε. καὶ ἐπὶ μὲν τούτῳ ἔπαινον ἔσχεν, ἐπὶ δὲ δὴ τῇ προσποιήσει γέλωτα ὠφλίσκανε· τῆς γὰρ δυναστείας δεινῶς ἀπʼ ἀρχῆς ἐφιέμενος, καὶ ἐκεῖνον καὶ ὡς ἀνταγωνιστὴν καὶ ὡς ἀντίπαλον ἀεί ποτε μισήσας, καὶ τά τε ἄλλα ἐπʼ αὐτῷ
8.3 πάντα πράξας καὶ τὸν πόλεμον τόνδε οὐκ ἐπʼ ἄλλο τι παρασκευάσας ἢ ἵνα ἀπολομένου αὐτοῦ πρωτεύσῃ, τότε τε ἐς τὴν Αἴγυπτον οὐ διʼ ἄλλο τι ἐπειχθεὶς ἢ ἵνα αὐτόν, εἰ περιείη, προσκατεργάσαιτο, ποθεῖν τε αὐτὸν ἐπλάττετο καὶ ἀγανακτεῖν τῷ ὀλέθρῳ αὐτοῦ ἐσκήπτετο.
9.1 καὶ ὁ μὲν μηδὲν ἔτι πολέμιον ὑπεξῃρημένου οἱ ἐκείνου καταλείπεσθαι katalei/pesqai St., katalipe/sqai L. νομίζων, ἐν τῇ Αἰγύπτῳ ἐνεχρόνισεν ἀργυρολογῶν καὶ τὰ τοῦ kai\ ta\ tou= R. Steph., kai\ kata\ tou= L. Πτολεμαίου καὶ τὰ τῆς Κλεοπάτρας διάφορα διακρίνων· πόλεμοι δὲ ἐν τούτῳ ἕτεροι αὐτῷ παρεσκευάσθησαν.
9.2 ἥ τε γὰρ Αἴγυπτος ἐνεόχμωσε, καὶ ὁ Φαρνάκης ἤρξατο μὲν εὐθύς, ἐπειδὴ πρῶτον τόν τε Πομπήιον καὶ τὸν Καίσαρα ἐκπεπολεμῶσθαι ἔμαθε, τῆς th=s Rk., th=s te L. πατρῴας ἀρχῆς ἀντιποιεῖσθαι (χρονιεῖν τε γὰρ αὐτοὺς ἐν τῇ στάσει καὶ τὰς δυνάμεις τῶν Ῥωμαίων αὐτὰς περὶ αὑταῖς ἀναλώσειν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi