Kitap 42
φιλανθρωπότατός τε te supplied by R. Steph. γὰρ ἀνδρῶν ὤν, καὶ πολλὰ κεχαρισμένα τοῖς τε ἄλλοις καὶ τοῖς στρατιώταις μάλιστα ποιῶν, δεινῶς τοὺς στασιάζοντάς σφων ἐμίσει καὶ ἰσχυρότατα αὐτοὺς ἐκόλαζε.
ταῦτά τε te supplied by Bk. ἐν ἐκείνῳ τῷ ἔτει, ἐν ᾧ δικτάτωρ μὲν ὄντως αὐτὸς τὸ δεύτερον ἦρξεν, ὕπατοι δὲ ἐπʼ ἐξόδῳ αὐτοῦ ἀποδειχθέντες ὅ τε Καλῆνος
καὶ ὁ Οὐατίνιος *ou)ati/nios R. Steph., ou)lti/nios L. ἐλέγοντο εἶναι, ἐποίησε, καὶ ἐς τὴν Ἀφρικὴν καίτοι τοῦ χειμῶνος ἐνεστηκότος ἐπεραιώθη. καὶ οὐκ ὀλίγα δὲ ἐκ τούτου, ἀνέλπιστος τοῖς ἐναντίοις προσπεσών, κατώρθωσε· πλεῖστον γὰρ παρὰ πάντα καὶ τῷ τάχει καὶ ταῖς ἐκ e)k supplied by Reim. τοῦ ἀπροσδοκήτου στρατείαις stratei/ais H. Steph., stratiai=s L. κατέπραττεν, ὥστʼ εἴ τις ἐκλογίζοιτο e)klogi/zoito R. Steph., e)klogi/soito L. ὅτῳ τοσοῦτον τῶν καθʼ ἑαυτὸν ἐν τοῖς πολεμίοις ὑπερήνεγκεν, οὐδὲν ἂν a)\n supplied by Bk. ἄλλο τούτου μᾶλλον ὂν
ἔμπροσθε παραβαλὼν parabalw\n R. Steph., paraba/llwn L. εὕροι. ἡ δὲ δὴ Ἀφρικὴ ἦν μὲν οὐδὲ ἐν τῷ πρόσθεν χρόνῳ φίλη τῷ Καίσαρι, μετὰ δὲ δὴ τὸν τοῦ Κουρίωνος θάνατον καὶ πάνυ ἐχθρὰ ἐγένετο. ὅ τε γὰρ Οὐᾶρος καὶ ὁ Ἰόβας τὰ πράγματα εἶχον, καὶ προσέτι καὶ ὁ Κάτων καὶ ὁ Σκιπίων οἵ τε ἄλλοι οἱ μετʼ αὐτῶν ὄντες ἐκεῖσε, ὥσπερ εἶπον, συγκατέφυγον,
κἀκ τούτου κοινωσάμενοι τὸν πόλεμον τά τε ἐν τῇ ἠπείρῳ ἐξηρτύσαντο καὶ τῇ τε Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐπίπλους ἐποιοῦντο, καὶ τάς τε πόλεις ἐλύπουν καὶ τὰ πλοῖα κατῆγον, καὶ ἀπʼ αὐτῶν καὶ ὅπλα τόν τε σίδηρον τὸν ἄλλον, οὗπέρ
που καὶ μόνου ἔχρῃζον, ἐπόριζον, e)po/rizon supplied by Bs. τελευτῶντές τε ἐς τοῦτο καὶ τῆς παρασκευῆς καὶ τῆς διανοίας, οἷα μήτε στρατοῦ σφίσιν ἐναντιουμένου καὶ τοῦ Καίσαρος ἔν τε τῇ Αἰγύπτῳ καὶ ἐν τῷ ἄστει χρονίσαντος, ἀφίκοντο ὥστε καὶ ἐς τὴν Ἰβηρίαν τὸν Πομπήιον ἀποστεῖλαι. στασιάζειν τε γὰρ αὐτὴν πυνθανόμενοι, καὶ ἐκεῖνον ἑτοίμως ἅτε τοῦ Πομπηίου τοῦ Μάγνου παῖδα ὄντα δέξεσθαι de/cesqai Reim., de/casqai L. νομίσαντες, παρεσκευάζοντο ὁ μὲν ὡς τήν τε w(s th/n te Rk., w(/ste th\n L. Ἰβηρίαν διὰ βραχέων κατασχήσων καὶ πρὸς τὸ ἄστυ ἐκεῖθεν ὁρμήσων, οἱ δὲ ὡς τὸν πλοῦν
ἅμα τὸν ἐς τὴν Ἰταλίαν ποιησόμενοι. κατʼ ἀρχὰς μὲν γὰρ διατριβή τις αὐτοῖς ἐγένετο, τοῦ τε Οὐάρου τῷ tw=| Leuncl., tw=| te L. Σκιπίωνι τῆς ἡγεμονίας ἀμφισβητήσαντος, ἐπειδὴ αὐτὸς ἐκ πλείονος ἐν τοῖς ταύτῃ χωρίοις ἦρχε, καὶ τοῦ Ἰόβου τῇ νίκῃ ἐπαιρομένου καὶ
τὰ πρῶτα διʼ αὐτὴν ἀξιοῦντος φέρεσθαι· συμφρονήσαντες δὲ de\ Reim., ga\r L. ὅ τε Σκιπίων καὶ ὁ Κάτων, οἷα ὁ μὲν τῇ ἀξιώσει ὁ δὲ τῇ συνέσει πολὺ πάντων σφῶν προήκοντες, τούς τε ἄλλους προσεποιήσαντο καὶ ἐκείνους ἔπεισαν τῷ Σκιπίωνι πάντα ἐπιτρέψαι. ὁ γὰρ Κάτων δυνηθεὶς ἂν ἐξ ἴσου
αὐτῷ ἢ καὶ μόνος ἄρξαι οὐκ ἠθέλησε, τὸ μὲν ὅτι βλαβερώτατον τοῖς τοιούτοις ἡγεῖτο εἶναι, τὸ δὲ ὅτι τῷ πολιτικῷ ἀξιώματι ἠλαττοῦτο αὐτοῦ· πολὺ γὰρ ἄλλως τε καὶ ἐν τοῖς στρατιωτικοῖς ἑώρα δυνάμενον τὸ τὸν ἄρχοντα καὶ νόμῳ δή τινι τῶν ἄλλων προκεκρίσθαι, καὶ διὰ τοῦτο τῆς τε ἀρχῆς ἑκὼν αὐτῷ παρεχώρησε, καὶ προσέτι
καὶ τὰ στρατεύματα ἃ ἐπηγάγετο παρέδωκε. καὶ ὁ μὲν ἐκ τούτου τήν τε Οὐτικήν, ὑποπτευθεῖσαν τὰ τοῦ Καίσαρος φρονεῖν καὶ ὀλίγου καὶ ἀνάστατον ὑπὸ τῶν ἄλλων ἐπὶ τούτῳ γενομένην, ἐξαιτησάμενος ἐς φυλακὴν ὑπεδέξατο, καὶ τὴν χώραν τήν τε θάλασσαν τὴν ταύτῃ πᾶσαν φρουρεῖν ἐπετράπη· τῶν δὲ ἄλλων ὁ Σκιπίων αὐτοκράτωρ
ἦρχε. καὶ αὐτοῦ καὶ τὸ ὄνομα πολὺ πάντας τοὺς ὁμογνωμονοῦντάς οἱ ἐπερρώννυε, νομίζοντας οὐκ οἶδʼ ὅπως ἀλόγῳ τινὶ πίστει μηδένα ἂν Σκιπίωνα ἐν τῇ Ἀφρικῇ κακῶς πρᾶξαι.
μαθὼν οὖν τοῦτο ὁ Καῖσαρ, καὶ ἰδὼν ὅτι καὶ οἱ μεθʼ ἑαυτοῦ στρατευόμενοι πεπεισμένοι τε αὐτὸ οὕτως ἔχειν εἰσὶ καὶ φοβοῦνται, προσπαρέλαβέ τινα ἔκ τε τοῦ γένους τοῦ τῶν Σκιπιώνων ὄντα καὶ τὴν προσηγορίαν ταύτην φέροντα
(ἐπεκαλεῖτο δὲ Σαλουτίων *salouti/wn Fabr., sala/ttwn L.ʼ,ʼ καὶ οὕτω τόν τε πλοῦν πρὸς Ἀδρύμητον ἐποιήσατο (τὰ γὰρ ἐν τῇ Οὐτικῇ ἰσχυρῶς ἐφρουρεῖτὀ, καὶ ἔλαθεν αὐτοὺς ἀνέλπιστος ὑπὸ τοῦ χειμῶνος περαιωθείς. ἐκβάντι δὲ αὐτῷ τῆς νεὼς συντυχία τοιάδε ἐγένετο, ὑφʼ ἧς εἰ καί τι φοβερὸν ὑπὸ τοῦ δαιμονίου σφίσιν ἐσημαίνετο, ἀλλὰ καὶ αὐτό
γε ἐκεῖνο ἐς ἀγαθὸν ἔτρεψεν· ἐπειδὴ γὰρ ἅμα τῷ τῆς γῆς ἐπιβῆναι προσέπταισε, καὶ αὐτὸν πεσόντα ἐπὶ στόμα οἱ στρατιῶται ἰδόντες ἠθύμησαν καὶ δυσανασχετήσαντες ἐθορύβησαν, οὐ διηπορήθη, ἀλλʼ ἐκτείνας τὼ χεῖρε tw\ xei=re v. Hers., th\n xei=ra L Xiph. Bekk. Aneed. τήν τε γῆν, ὡς καὶ ἑκὼν δὴ πεσών, περιέλαβε καὶ κατεφίλησε, καὶ ἀναβοήσας εἶπεν “ἔχω σε,
Ἀφρική.” ἐκ δὲ τούτου προσέβαλε μὲν τῷ Ἁδρυμήτῳ, ἀποκρουσθεὶς δὲ καὶ προσέτι καὶ ἐκ τοῦ στρατοπέδου βιαίως ἐκβληθεὶς μετέστη πρὸς πόλιν ἑτέραν Ῥούσπινα, καὶ δεχθεὶς ὑπʼ αὐτῶν χειμάδιόν τε ἐν αὐτῇ κατεσκευάσατο. καὶ ἐκεῖθεν ὁρμώμενος ἐπολέμει.