Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 42

4.4 οἱ δὲ ἐπειδὴ ἐγγὺς τῆς γῆς ἐγένοντο, φοβηθέντες μὴ καὶ ἐντυχὼν τῷ Πτολεμαίῳ σωθῇ εἴτε ὑπʼ αὐτοῦ ἐκείνου ἢ καὶ ὑπὸ τῶν Ῥωμαίων τῶν συνόντων αὐτῷ ἢ καὶ ὑπὸ τῶν Αἰγυπτίων (καὶ γὰρ εὔνοιαν αὐτοῦ au)tou= supplied by Reim. μεγάλην εἶχονʼ, ἀπέκτειναν αὐτὸν πρὶν καταπλεῦσαι, μηδὲν μήτʼ εἰπόντα μήτʼ
4.5 ὀδυράμενον. ὡς γὰρ τάχιστα τῆς τε ἐπιβουλῆς ᾔσθετο, καὶ ἔγνω ὅτι οὔτʼ ἀμύνασθαί σφας οὔτε διαφυγεῖν δυνήσεται, συνεκαλύψατο.
5.1 τοιοῦτον μὲν τὸ τέλος τῷ Πομπηίῳ ἐκείνῳ τῷ μεγάλῳ ἐγένετο, ὥστε καὶ διὰ τούτου τήν τε ἀσθένειαν καὶ τὴν ἀτοπίαν τοῦ ἀνθρωπείου a)nqrwpei/ou R. Steph., a)nqrwpi/ou L. γένους
5.2 ἐλεγχθῆναι. προμηθείας τε γὰρ οὐδὲν ἐλλείπων, ἀλλὰ πρὸς τὸ κακουργῆσαί τε δυνάμενον ἀσφαλέστατος a)sfale/statos Dind., a)sfale/stata L. ἀεί ποτε γενόμενος ἠπατήθη, καὶ νίκας πολλὰς μὲν ni/kas polla\s me\n R. Steph., nikh/sas me\n pole/mwn polla\s L. ἐν τῇ Ἀφρικῇ πολλὰς δὲ καὶ ἐν τῇ th=| supplied by R. Steph. Ἀσίᾳ τῇ τε Εὐρώπῃ παραδόξους καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἐκ μειρακίου ἀνελόμενος ἡττήθη παραλόγως ὀκτώ τε καὶ
5.3 πεντηκοντούτης ὤν, τήν τε θάλασσαν τὴν τῶν Ῥωμαίων πᾶσαν ἡμερώσας ἐν αὐτῇ ἐκείνῃ διώλετο, καὶ χιλίων ποτὲ νεῶν, ὡς ὁ λόγος ἔχει, ἄρξας ἐν πλοιαρίῳ τινί, πρός τε τῇ Αἰγύπτῳ καὶ πρὸς τοῦ Πτολεμαίου τρόπον τινὰ οὗ ποτε τὸν πατέρα ἔς τε ἐκείνην ἅμα καὶ ἐς τὴν βασιλείαν κατήγαγε,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi