Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 42

57.4 καὶ τὰ στρατεύματα ἃ ἐπηγάγετο παρέδωκε. καὶ ὁ μὲν ἐκ τούτου τήν τε Οὐτικήν, ὑποπτευθεῖσαν τὰ τοῦ Καίσαρος φρονεῖν καὶ ὀλίγου καὶ ἀνάστατον ὑπὸ τῶν ἄλλων ἐπὶ τούτῳ γενομένην, ἐξαιτησάμενος ἐς φυλακὴν ὑπεδέξατο, καὶ τὴν χώραν τήν τε θάλασσαν τὴν ταύτῃ πᾶσαν φρουρεῖν ἐπετράπη· τῶν δὲ ἄλλων ὁ Σκιπίων αὐτοκράτωρ
57.5 ἦρχε. καὶ αὐτοῦ καὶ τὸ ὄνομα πολὺ πάντας τοὺς ὁμογνωμονοῦντάς οἱ ἐπερρώννυε, νομίζοντας οὐκ οἶδʼ ὅπως ἀλόγῳ τινὶ πίστει μηδένα ἂν Σκιπίωνα ἐν τῇ Ἀφρικῇ κακῶς πρᾶξαι.
58.1 μαθὼν οὖν τοῦτο ὁ Καῖσαρ, καὶ ἰδὼν ὅτι καὶ οἱ μεθʼ ἑαυτοῦ στρατευόμενοι πεπεισμένοι τε αὐτὸ οὕτως ἔχειν εἰσὶ καὶ φοβοῦνται, προσπαρέλαβέ τινα ἔκ τε τοῦ γένους τοῦ τῶν Σκιπιώνων ὄντα καὶ τὴν προσηγορίαν ταύτην φέροντα
58.2 (ἐπεκαλεῖτο δὲ Σαλουτίων *salouti/wn Fabr., sala/ttwn L.ʼ,ʼ καὶ οὕτω τόν τε πλοῦν πρὸς Ἀδρύμητον ἐποιήσατο (τὰ γὰρ ἐν τῇ Οὐτικῇ ἰσχυρῶς ἐφρουρεῖτὀ, καὶ ἔλαθεν αὐτοὺς ἀνέλπιστος ὑπὸ τοῦ χειμῶνος περαιωθείς. ἐκβάντι δὲ αὐτῷ τῆς νεὼς συντυχία τοιάδε ἐγένετο, ὑφʼ ἧς εἰ καί τι φοβερὸν ὑπὸ τοῦ δαιμονίου σφίσιν ἐσημαίνετο, ἀλλὰ καὶ αὐτό
58.3 γε ἐκεῖνο ἐς ἀγαθὸν ἔτρεψεν· ἐπειδὴ γὰρ ἅμα τῷ τῆς γῆς ἐπιβῆναι προσέπταισε, καὶ αὐτὸν πεσόντα ἐπὶ στόμα οἱ στρατιῶται ἰδόντες ἠθύμησαν καὶ δυσανασχετήσαντες ἐθορύβησαν, οὐ διηπορήθη, ἀλλʼ ἐκτείνας τὼ χεῖρε tw\ xei=re v. Hers., th\n xei=ra L Xiph. Bekk. Aneed. τήν τε γῆν, ὡς καὶ ἑκὼν δὴ πεσών, περιέλαβε καὶ κατεφίλησε, καὶ ἀναβοήσας εἶπεν “ἔχω σε,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi