Kitap 42
3.4
ἐς φυλακὴν αὐτοῦ καταλελειμμένος, ἦλθον μὲν ὡς φίλοι, ἐπεβούλευσαν δὲ ἀνοσίως, καὶ ἐκ τούτου προστρόπαιον καὶ ἑαυτοῖς καὶ τῇ Αἰγύπτῳ πάσῃ προσέθεντο· αὐτοί τε γὰρ οὐκ ἐς μακρὰν ἀπώλοντο, καὶ οἱ Αἰγύπτιοι τὸ μὲν πρῶτον τῇ Κλεοπάτρᾳ δουλεύειν, ὅπερ ἥκιστα ἐβούλοντο, e)bou/lonto R. Steph., h)bou/lonto L. παρεδόθησαν, ἔπειτα δὲ καὶ ἐς τὸ τῶν Ῥωμαίων ὑπήκοον ἐσεγράφησαν.
4.1
ἐν δʼ οὖν τῷ τότε Σεπτίμιος καὶ Ἀχιλλᾶς ὁ στρατίαρχος, ἄλλοι τε μετʼ αὐτῶν ὄντες, ἑτοίμως ἔφασαν ἐσδέξεσθαι e)sde/cesqai Dind., e)sde/casqai L. τὸν Πομπήιον, ὅπως ὡς ῥᾷστα ἀπατηθεὶς ἁλοίη· a(loi/h Dind., a(lw/hi L. καὶ τούς τε ἐλθόντας παρʼ αὐτοῦ προέπεμψαν, θαρσεῖν σφας ἔνιοι κελεύσαντες, καὶ αὐτοὶ μετὰ τοῦτο ἀκατίων ἐπιβάντες προσέπλευσαν αὐτῷ,
4.2
καὶ τά τε ἄλλα ἐφιλοφρονήσαντο αὐτὸν καὶ ἠξίωσαν πρὸς ἑαυτοὺς μετεκβῆναι, λέγοντες μήτε τινὰ ναῦν nau=n supplied by Jacoby. δύνασθαι ὑπὸ τοῦ μεγέθους διὰ τὰ βράχη πρὸς τὴν γῆν προσσχεῖν, prossxei=n Bk., prosxei=n L. καὶ τὸν Πτολεμαῖον ἐν πολλῇ ἐπιθυμίᾳ εἶναι θᾶσσον αὐτὸν
4.3
ἰδεῖν. καὶ ὁ μὲν οὕτω, καίτοι πάντων οἱ τῶν σύμπλων ἀπαγορευόντων, πιστεύσας αὐτοῖς At least one sord is santing here, though no lacuna is indicated in L. The scribe of L' conjectured e)ch=lqe. τοσοῦτον μόνον εἰπών, ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται, κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ·