Kitap 42
50.2
μὴ καὶ ἐς ἀνήκεστον προχωρήσῃ. οὐ μέντοι καὶ κακὸν οὐδένα οὐδέν, ὥσπερ εἶπον, εἰργάσατο, πλὴν ὅτι κἀνταῦθα πολλὰ ἠργυρολόγησε, τὰ μέν τινα ἐν δωρεᾶς μέρει, στεφάνους καὶ ἀγάλματα καὶ ὅσα ἄλλα τοιαῦτα, λαμβάνων, τὰ δὲ καὶ δανειζόμενος δῆθεν, οὐχ ὅτι παρὰ τῶν ἰδιωτῶν
50.3
ἀλλὰ καὶ παρὰ τῶν πόλεων. τοῦτο γὰρ τὸ ὄνομα ταῖς ἐκλογαῖς τῶν χρημάτων, ἐφʼ αἷς μηδεμία ἄλλη πρόφασις εὔλογος ἦν, ἐτίθετο, ἐπεὶ τήν γε ἄλλως καὶ βιαίως, οὐδὲν ἧττον τῶν ὀφειλομένων, καὶ ἐκεῖνα ἐπράττετο, καὶ ἔμελλε μηδέποτε ἀποδοθήσεσθαι. ἔλεγε μὲν γὰρ ὑπὲρ u(pe\r R. Steph., u(po\ L. τοῦ δημοσίου τὰ οἰκεῖα δεδαπανηκέναι, καὶ διὰ τοῦτο
50.4
καὶ δανείζεσθαι· ὅθενπερ καὶ χρεῶν ἀποκοπὰς ἀξιοῦντος τοῦ πλήθους γενέσθαι οὐκ ἐποίησεν, εἰπὼν ὅτι “καὶ αὐτὸς πολλὰ ὀφείλω·” εὔδηλος δὲ ἐγίγνετο καὶ τὰ ἀλλότρια τῇ δυναστείᾳ παρασπώμενος.
50.5
οἵ τε οὖν ἄλλοι διὰ τοῦτο ἤχθοντο αὐτῷ καὶ οἱ ἑταῖροι· e(tai=roi R. Steph., e(/teroi L. τῶν γὰρ δεδημευμένων συχνά, καὶ ὑπὲρ τὴν ἀξίαν γε ἔστιν ἅ, ἐλπίδι τοῦ προῖκα αὐτὰ ἕξειν ἀγοράσαντες, πᾶσαν τὴν τιμὴν ἀποτίνειν ἠναγκάζοντο.
51.1
ἀλλὰ τούτους μὲν ἐν e)n supplied by Leuncl. οὐδενὶ λόγῳ ἐποιεῖτο. καίτοι καὶ ἐκείνους τρόπον τινὰ ὡς ἑκάστους ἐθεράπευσε. τοῖς τε γὰρ πολλοῖς ἐχαρίσατο τόν τε τόκον τὸν ἐποφειλόμενόν σφισιν ἐξ οὗ πρὸς τὸν Πομπήιον ἐξεπολεμώθη πάντα, καὶ τὸ ἐνοίκιον ὅσον ἐς πεντακοσίας δραχμὰς ἦν ἐνιαυτοῦ ἑνὸς