Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 42

2.5 ἤκουσα μὲν γὰρ ὅτι καὶ ἐς Πάρθους φυγεῖν ἐβουλεύσατο, οὐ μέντοι καὶ πιστεύειν ἔχω. ἐκεῖνοί τε γὰρ τούς τε Ῥωμαίους πάντας, ἀφʼ οὗ σφισιν ὁ Κράσσος ἐπεστράτευσε, καὶ τὸν Πομπήιον μάλιστα ἅτε καὶ προσήκοντα αὐτῷ, οὕτως ἐμίσουν ὥστε καὶ τὸν πρεσβευτὴν αὐτοῦ πρὸς τὴν αἴτησιν τῆς βοηθείας ἐλθόντα δῆσαι
2.6 καίπερ βουλευτὴν ὄντα· καὶ ὁ Πομπήιος οὐκ ἄν ποτε τοῦ πολεμιωτάτου, οὗ γε ou(= ge Rk., ou)/te L. εὖ πράττων οὐκ ἐτετυχήκει, ἱκέτης ὑπέμεινε δυστυχήσας γενέσθαι.
3.1 Ἀλλʼ ἐς τὴν Αἴγυπτον διʼ ἅπερ εἶπον ὥρμησε, καὶ παρὰ τὴν ἤπειρον μέχρι Κιλικίας κομισθεὶς ἐκεῖθεν πρὸς τὸ Πηλούσιον ἐπεραιώθη, ὅπου ὁ Πτολεμαῖος Κλεοπάτρᾳ τῇ th=| supplied by R. Steph. ἀδελφῇ πολεμῶν
3.2 ἐστρατοπεδεύετο. τάς τε ναῦς ἀνοκωχεύσας a)nokwxeu/sas Dind., a)nakwxeu/sas L. ἔπεμψέ τινας, τῆς τε πατρῴας αὐτὸν εὐεργεσίας ἀναμιμνήσκων καὶ δεόμενος ἐπὶ ῥητοῖς τέ τισι καὶ βεβαίοις καταχθῆναι· ἐκβῆναι γὰρ πρὶν
3.3 ἀσφάλειάν τινα λαβεῖν οὐκ ἐθάρσησε. καὶ αὐτῷ ὁ μὲν Πτολεμαῖος οὐδέν (παῖς γὰρ ἔτι κομιδῇ ἦνʼ ἀπεκρίνατο, τῶν δὲ δὴ Αἰγυπτίων τινὲς καὶ Λούκιος Σεπτίμιος ἀνὴρ Ῥωμαῖος, συνεστρατευκὼς μέν ποτε τῷ Πομπηίῳ, συγγεγονὼς δὲ τῷ Γαβινίῳ καὶ πρὸς ἐκείνου τῷ Πτολεμαίῳ μετὰ στρατιωτῶν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi