Kitap 42
44.1
οὕτω μὲν τὴν Αἴγυπτον ὁ Καῖσαρ ἐχειρώσατο, οὐ μέντοι καὶ ὑπήκοον αὐτὴν τῶν Ῥωμαίων ἐποιήσατο, ἀλλὰ τῇ Κλεοπάτρᾳ, ἧσπερ ἕνεκα καὶ
44.2
ἐπεπολεμήκει, ἐχαρίσατο. φοβηθεὶς μέντοι μὴ οἱ Αἰγύπτιοι νεωτερίσωσιν αὖθις γυναικὶ ἄρχειν παραδοθέντες, καὶ οἱ Ῥωμαῖοι διά τε τοῦτο καὶ ὅτι καὶ συνῆν αὐτῷ χαλεπήνωσι, τῷ τε ἑτέρῳ ἀδελφῷ συνοικῆσαι δῆθεν αὐτὴν ἐκέλευσε, καὶ τὴν βασιλείαν ἀμφοτέροις σφίσιν, ὥς γε καὶ λόγῳ
44.3
εἰπεῖν, ἔδωκε. τῷ γὰρ ἔργῳ ἡ Κλεοπάτρα μόνη πᾶν τὸ κράτος σχήσειν ἔμελλεν· ὅ τε γὰρ ἀνὴρ αὐτῆς παιδίον ἔτι ἦν, καὶ ἐκείνη πρὸς τὴν παρὰ τοῦ Καίσαρος εὔνοιαν οὐδὲν ὅ τι οὐκ ἐδύνατο,
44.4
ὥστε πρόσχημα μὲν ὡς καὶ τῷ ἀδελφῷ συνοικοῦσα καὶ τὴν ἀρχὴν ἐπίκοινον αὐτῷ ἔχουσα ἐκέκτητο, τὸ δʼ ἀληθὲς μόνη τε ἐβασίλευε καὶ τῷ Καίσαρι συνδιῃτᾶτο.
45.1
καὶ αὐτὸν ἐπὶ e)pi\ Rk., e)/ti L. πλεῖον ἂν ἐν τῇ Αἰγύπτῳ κατέσχεν, ἢ καὶ ἐς τὴν Ῥώμην εὐθὺς αὐτῷ συναπῆρεν, εἰ μήπερ ὁ Φαρνάκης καὶ ἐκεῖθεν πάνυ ἄκοντα τὸν Καίσαρα ἐξήγαγε καὶ ἐς τὴν Ἰταλίαν
45.2
ἐπειχθῆναι ἐκώλυσεν. οὗτος γὰρ παῖς μὲν ga\r pai=s me\n Bk., me\n ga\r pai=s L. τοῦ Μιθριδάτου ἦν καὶ τοῦ Βοσπόρου τοῦ Κιμμερίου ἦρχεν, ὥσπερ εἴρηται, ἐπιθυμήσας δὲ πᾶσαν τὴν πατρῴαν βασιλείαν ἀνακτήσασθαι ἐπανέστη κατʼ αὐτὴν τήν τε τοῦ Καίσαρος καὶ τὴν τοῦ Πομπηίου στάσιν, καὶ οἷα τῶν Ῥωμαίων τότε μὲν πρὸς ἀλλήλους ἀσχόλων γενομένων, αὖθις δὲ ἐν τῇ