Kitap 42
39.3
ὑπαγαγέσθαι ἠθέλησε, καὶ τὸν Πτολεμαῖον ἀναβιβάσας που, ὅθεν ἐξακουσθήσεσθαι ἔμελλεν, εἰπεῖν σφισιν ἐκέλευσεν ὅτι οὔτε τι κακὸν ἔχοι οὔτε πολεμεῖν δέοιτο· πρός τε τὰς σπονδὰς αὐτοὺς παρεκάλει, καὶ προσυπισχνεῖτο διαπράξειν
39.4
αὐτάς. καὶ εἴγε ἑκὼν ταῦτα οὕτω διείλεκτο, ἔπεισεν ἄν σφας καταλύσασθαι· νῦν δʼ ὑποτοπήσαντες αὐτὰ ὑπὸ τοῦ Καίσαρος κατεσκευάσθαι οὐκ ἐνέδοσαν.
40.1
προϊόντος δὲ τοῦ χρόνου στάσις τοῖς περὶ τὴν Ἀρσινόην οὖσιν ἐνέπεσε, καὶ αὐτὴν ὁ Γανυμήδης ἔπεισε τὸν Ἀχιλλᾶν ὡς καὶ τὸ ναυτικὸν προδώσοντα prodw/sonta Reim., prodou=san L. ἀποκτεῖναι. γενομένου δὲ τούτου τήν τε ἡγεμονίαν τῶν στρατιωτῶν παρέλαβε, καὶ τὰ πλοῖα ὅσα ἐν τῷ ποταμῷ καὶ ἐν τῇ λίμνῃ
40.2
ἦν συνήγαγεν, ἄλλα τε προσκατεσκεύασε, καὶ πάντα αὐτὰ ἐς τὴν θάλασσαν διὰ τῶν διωρύχων κομίσας τοῖς τε Ῥωμαίοις μὴ προσδεχομένοις προσέβαλε, καὶ τὰς μὲν κατέπρησε τῶν ὁλκάδων αὐτῶν τὰς δὲ ἀνεδήσατο, καὶ μετὰ τοῦτο τόν τε ἔσπλουν τοῦ λιμένος ἐξεκάθηρε, κἀνταῦθα
40.3
ναυλοχῶν nauloxw=n Xyl., naulomaxw=n L. πολλά σφας ἐλύπει. τηρήσας οὖν ποτε αὐτοὺς ὁ Καῖσαρ ἀμελῶς ὑπὸ τοῦ κρατεῖν ἔχοντας ἔς τε τὸν λιμένα αἰφνιδίως ἐπεσέπλευσε, καὶ συχνὰ πλοῖα καύσας ἔς τε τὴν Φάρον ἀπέβη καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ἐφόνευσεν. ἰδόντες δὲ τοῦτο οἱ ἐν τῇ ἠπείρῳ Αἰγύπτιοι κατά τε τὰς γεφύρας ἐπεβοήθησαν αὐτοῖς, καὶ συχνοὺς τῶν Ῥωμαίων ἀνταποκτείναντες τοὺς λοιποὺς