Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 42

1.2 αἴτιον δὲ ὅτι ἐν μὲν ἐκείνοις ἀντίπαλος ὡς πλήθει τοῖς ἐναντίοις ὢν οὐ προελάμβανε τῇ γνώμῃ τὴν νίκην, ἀλλʼ ἐπʼ ἀμφότερα τὴν ἔκβασιν τῶν πραγμάτων, ἔν τε τῷ θαρσοῦντι καὶ πρὶν ἐς κατάπληξίν τινα ἀφικέσθαι, προσκοπῶν οὐκ ἠμέλει τῆς τοῦ χείρονος θεραπείας, καὶ διὰ τοῦτʼ οὔθʼ ὑπείκειν ταῖς συμφοραῖς ἠναγκάζετο καὶ ἀναμάχεσθαι ῥᾳδίως ἐδύνατο, τότε δὲ πολλῷ τοῦ Καίσαρος περισχήσειν ἐλπίσας οὐδὲν προείδετο.
1.3 οὔκουν ou)/koun Bk., ou)kou=n L. οὐδὲ τὸ στρατόπεδον ἐν ἐπιτηδείῳ ἐποιήσατο, οὐδʼ ἀναφυγὴν οὐδεμίαν ἡττηθέντι οἱ παρεσκεύασε· τρῖψαί τε δυνηθεὶς ἂν τὰ πράγματα, κἀκ τούτου ἀμαχεὶ κρατῆσαι (στρατός τε γὰρ καθʼ ἑκάστην ἡμέραν αὐτῷ προσεγίγνετο, καὶ τὰ ἐπιτήδεια ἄφθονα ἅτε ἔν τε φιλίᾳ τῇ πλείστῃ χώρᾳ ὢν καὶ ναυκρατῶν εἶχενʼ, ὅμως, εἴτε ἐθελοντὴς ὡς καὶ πάντως νικήσων, εἴτε καὶ ὑπὸ
1.4 τῶν συνόντων ἐκβιασθείς, συνέβαλε. καὶ διὰ ταῦτʼ, ἐπειδὴ τάχιστα ἐνικήθη, δεινῶς ἐξεπλάγη καὶ οὔτε τι ou)/te ti Xiph., ou)/ti e)/ti L. βούλευμα καίριον οὔτʼ ἐλπίδα βεβαίαν ἐς τὸ ἀνακινδυνεῦσαι ἔσχεν. ὅταν γάρ τι ἀπροσδοκήτως τέ τινι καὶ μετὰ πλείστου παραλόγου προσπέσῃ, τό τε φρόνημα αὐτοῦ ταπεινοῖ καὶ τὸ λογιζόμενον ἐκπλήσσει, ὥστʼ αὐτὸν κάκιστόν τε καὶ ἀσθενέστατον τῶν
1.5 πρακτέων κριτὴν γενέσθαι· οὐ γὰρ ἐθέλουσιν οἱ λογισμοὶ τοῖς φόβοις συνεῖναι, ἀλλὰ ἂν μὲν προκατάσχωσί τινα, καὶ μάλα γενναίως αὐτοὺς ἀπωθοῦνται, ἂν δʼ ὑστερήσωσιν, ἡττῶνται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi