Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 42

20.4 σφισιν, ὃ μηδενὶ ἐξῆν, εὕρετο. eu(/reto R. Steph., eu(/rhto L. αἵ τε te Bk., te ga\r L. ἀρχαιρεσίαι πᾶσαι, πλὴν τῶν τοῦ πλήθους, ἐπʼ αὐτῷ ἐγένοντο, καὶ διὰ τοῦτο ἐς τὴν παρουσίαν αὐτοῦ ἀναβληθεῖσαι ἐπʼ ἐξόδῳ τοῦ ἔτους ἐτελέσθησαν. τάς τε ἡγεμονίας τὰς ἐν τῷ ὑπηκόῳ τοῖς μὲν ὑπάτοις αὐτοὶ δῆθεν ἐκλήρωσαν, τοῖς δὲ δὴ στρατηγοῖς τὸν Καίσαρα ἀκληρωτὶ δοῦναι ἐψηφίσαντο· ἔς τε γὰρ τοὺς ὑπάτους καὶ ἐς τοὺς στρατηγοὺς αὖθις παρὰ τὰ δεδογμένα
20.5 σφίσιν ἐπανῆλθον. καὶ ἕτερον δέ τι, εἰθισμένον μὲν γίγνεσθαι, ἐν δὲ δὴ τῇ τοῦ καιροῦ διαφθορᾷ καὶ ἐπίφθονον καὶ νεμεσητὸν ὄν, ἔγνωσαν· τοῦ γὰρ πολέμου τοῦ πρός τε τὸν Ἰόβαν καὶ πρὸς τοὺς Ῥωμαίους τοὺς μετʼ αὐτοῦ πολεμήσαντας, ὃν ὁ Καῖσαρ οὐδέπω τότε οὐδʼ ὅτι γενήσοιτο ἠπίστατο, πέμψαι τινὰ αὐτῷ νικητήρια ὡς κεκρατηκότι προσέταξαν.
21.1 Ταῦτʼ οὖν οὕτω καὶ ἐψηφίσθη καὶ ἐκυρώθη· καὶ ὅ τε Καῖσαρ τὴν δικτατορίαν παραχρῆμα, καίπερ ἔξω τῆς Ἰταλίας ὤν, ὑπέστη, καὶ τὸν Ἀντώνιον μηδὲ ἐστρατηγηκότα ἵππαρχον προελόμενος, καὶ εἶπε καὶ τοῦτον ὁ ὕπατος, καίτοι τῶν οἰωνιστῶν σφοδρότατα ἀντειπόντων μηδενὶ ἐξεῖναι πλείω τοῦ ἑξαμήνου χρόνον ἱππαρχῆσαι.
21.2 ἀλλʼ ἐκεῖνοι μὲν γέλωτα ἐπὶ τούτῳ πολὺν ὠφλίσκανον, αὐτὸν μὲν τὸν δικτάτορα ἐς ἐνιαυτὸν παρὰ πάντα τὰ πάτρια λεχθῆναι γνόντες, περὶ
22.1 δὲ δὴ τοῦ ἱππάρχου ἀκριβολογούμενοι· ὁ δὲ δὴ Καίλιος *kai/lios Xyl., kaiki/lios L. ὁ Μᾶρκος καὶ ἀπώλετο τολμήσας τὰ περὶ τῶν δανεισμάτων ὑπὸ τοῦ Καίσαρος ὁρισθέντα, καθάπερ ἡττημένου τε αὐτοῦ καὶ ἐφθαρμένου, λῦσαι, καὶ διὰ τοῦτο καὶ τὴν Ῥώμην καὶ τὴν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi