Kitap 42
18.2
καὶ πρὸς τὰ ἐλπιζόμενα πολὺς ἐφαίνετο. ὡς δʼ οὖν ἐπίστευσάν ποτε, τὰς μὲν εἰκόνας τοῦ τε Πομπηίου καὶ τοῦ Σύλλου τὰς ἐπὶ τῷ βήματι ἑστώσας ἀνεῖλον, ἄλλο δὲ οὐδὲν τότε ἔπραξαν· συχνοὶ μὲν γὰρ οὐδὲ τοῦτο βουλόμενοι ποιῆσαι, συχνοὶ δὲ καὶ τὸν Πομπήιον, μή πως ἀναμαχέσηται, φοβούμενοι, τῷ τε Καίσαρι καὶ ἐκεῖνο e)kei=no Xyl., e)kei/nwi L.
18.3
ἱκανῶς ἔχειν ἐνόμιζον, καὶ τὸν Πομπήιον εὐπαραίτητον eu)parai/thton Bs., a)parai/thton L. ἐπʼ αὐτῷ γενήσεσθαί σφισι προσεδόκων. ἐπεὶ μέντοι καὶ ἀπέθανεν, ὀψὲ μὲν καὶ τοῦτο, καὶ οὐ πρότερον πρὶν τὸν δακτύλιον αὐτοῦ πεμφθέντα ἰδεῖν, ἐπίστευσαν (ἐνεγέγλυπτο δὲ ἐν αὐτῷ τρόπαια
19.1
τρία, ὥσπερ καὶ ἐν τῷ τοῦ Σύλλοὐ, ὡς δʼ οὖν ἐτεθνήκει, φανερῶς τε ἤδη τὸν μὲν ἐπῄνουν τὸν δὲ ἐλοιδόρουν, καὶ πᾶν ὅ τι ποτὲ ἐξευρεῖν ἐδύναντο ἐσηγοῦντο δοθῆναι τῷ Καίσαρι. καὶ ἔν τε τούτῳ πολλὴ ἦν h)=n supplied by Bk. παρὰ πάντων ὡς εἰπεῖν τῶν πρώτων ἅμιλλα, ὑπερβάλλειν σφῶν ἀλλήλους τῇ κολακείᾳ σπουδαζόντων, καὶ ἐν τῇ ἐπιχειροτονίᾳ
19.2
αὐτῶν· τοῖς τε γὰρ ἐπιβοήμασι e)piboh/masi Dind., e)piboh/sasi L. καὶ τοῖς σχήμασι πάντες, ὡς καὶ παρόντος καὶ ὁρῶντος τοῦ Καίσαρος, πολὺ πλείστην σπουδὴν ἐνεδείκνυντο, καὶ ἐνόμιζον εὐθὺς ἀντʼ αὐτῶν, ὥσπερ τι αὐτῷ χαριζόμενοι ἀλλʼ οὐκ ἐξ ἀνάγκης αὐτὸ ποιοῦντες, ὁ μὲν ἀρχὴν ὁ δὲ ἱερωσύνην ὁ δὲ καὶ