Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 42

15.4 Πομπηίῳ μὲν γάρ, ὅτι τούς τε μεταστάντας πρὸς αὐτὸν ἐδέξατο καὶ τῷ Λογγίνῳ τὰ τοῦ Καίσαρος πράττειν λέγοντι ἀντεπολέμησεν, ἐχαρίσατο, Καίσαρι δὲ ὅτι καὶ τοὺς στρατιώτας, ὡς καὶ τοῦ Λογγίνου νεωτερίζοντός τι, παραλαβὼν τούτους τε αὐτῷ ἐτήρησε καὶ ἐκεῖνον οὐκ εἴασε
15.5 πολεμωθῆναι. καὶ τό γε ὄνομα τὸ τοῦ Πομπηίου τῶν στρατιωτῶν ταῖς ἀσπίσιν ἐπιγραψάντων ἀπήλειψεν, ὅπως καὶ ἐκ τοῦ τοιούτου τῷ μὲν τὰ ἔργα τῶν ὅπλων τῷ δὲ τὴν δόκησιν προβάλλων, καὶ τῶν μὲν ὑπὲρ τοῦ κρατήσαντος γεγονότων προσποιούμενος, τὰ δὲ ἐναντία ἔς τε τὴν ἀνάγκην καὶ ἐς ἄλλους τινὰς ἀναφέρων, ἀσφαλὴς εἴη·
16.1 καὶ διὰ τοῦτο, καίτοι παρασχὸν αὐτῷ παντελῶς τοῦ Λογγίνου τῷ πλήθει κρατῆσαι, οὐκ ἠθέλησεν, ἀλλʼ ἔς τε ἔνδειξιν καὶ ἐς παρασκευὴν ὧν ἐβούλετο προάγων τὰ πράγματα, ἐπʼ ἄλλοις τισὶ τὰ ἀμφίλογα αὐτῶν ἐποιήσατο, ὥστε καὶ ἐν οἷς ἠλαττώθη καὶ ἐν οἷς ἐπλεονέκτησέ τι, ὑπὲρ τοῦ αὐτοῦ ὁμοίως τὰ μὲν ὡς αὐτὸς καὶ ἐποίησε καὶ οὐκ ἐποίησε,
16.2 τὰ δὲ ὡς ἕτεροι, προτείνασθαι δυνηθῆναι. καὶ ὁ μὲν οὕτω διαγαγὼν μέχρις οὗ καὶ ὁ Καῖσαρ ἐνίκησε, παραχρῆμα μὲν ἐς ὀργὴν αὐτῷ au)tw=| Xyl., au)tw=n L. ἦλθε καὶ ὑπερωρίσθη, ἔπειτα δὲ κατῆλθε καὶ ἐτιμήθη· Λογγῖνος δέ, καταβοησάντων αὐτοῦ διὰ πρεσβείας τῶν Ἰβήρων, τῆς τε ἀρχῆς ἐξέπεσε, καὶ οἴκαδε ἀνακομιζόμενος ἐφθάρη πρὸς ταῖς τοῦ Ἴβηρος ἐκβολαῖς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi