Kitap 42
13.3
τὸν Πομπήιον τεθνεῶτα ἠκηκόει. καὶ Πάτρας μὲν κατέσχον, κἀνταῦθα ἄλλους τε πολλοὺς καὶ τὸν Πετρέιον τόν τε Πομπηίου γαμβρὸν τὸν Φαῦστον to/n te *pomphi/ou gambro\n to\n *fau=ston Leuncl., *pomph/ion to\n *fau=ston L. προσέλαβον· Κυίντου δὲ δὴ Φουφίου Καλήνου μετὰ τοῦτο ἐπιστρατεύσαντός σφισιν ἐξανήχθησαν, καὶ ἐς Κυρήνην ἐλθόντες καὶ ἐκεῖ τὸν τοῦ Πομπηίου θάνατον μαθόντες οὐκέτι συνεφρόνησαν,
13.4
ἀλλʼ ὁ μὲν Κάτων διʼ ἀχθηδόνα τῆς τοῦ Καίσαρος δυναστείας, καὶ ἄλλοι τινὲς διʼ ἀπόγνωσιν τῆς παρʼ αὐτοῦ συγγνώμης, ἔς τε τὴν Ἀφρικὴν μετὰ τοῦ στρατοῦ ἔπλευσαν καὶ τὸν Σκιπίωνα προσλαβόντες πάντα ἐπὶ τῷ
13.5
Καίσαρι ἔπραττον, οἱ δὲ δὴ πλείους ἐσκεδάσθησαν, καὶ αὐτῶν οἱ μὲν ἄλλοι ἀποχωρήσαντες ἀπήλλαξαν ὥς που καὶ συνέτυχε σφίσιν, οἱ δὲ καὶ πρὸς τὸν Καίσαρα παραχρῆμα ἐλθόντες, ἄλλοι τε καὶ Γάιος Κάσσιος, ἀδείας ἔτυχον.
14.1
ὁ δὲ δὴ Καλῆνος ἐπέμφθη τε ἐς τὴν Ἑλλάδα πρὸ τῆς μάχης ὑπὸ τοῦ Καίσαρος, καὶ εἷλεν ἄλλα τε καὶ τὸν Πειραιᾶ ἅτε καὶ ἀτείχιστον ὄντα. τὰς γὰρ Ἀθήνας, καίπερ πλεῖστα τὴν χώραν αὐτῶν κακώσας, οὐκ ἠδυνήθη πρὸ τῆς τοῦ
14.2
Πομπηίου ἥττης λαβεῖν· τότε γὰρ ἐθελονταὶ αὐτῷ προσεχώρησαν, καὶ αὐτοὺς ὁ Καῖσαρ μηδὲν μνησικακήσας ἀθῴους ἀφῆκε, τοσοῦτον μόνον εἰπών, ὅτι πολλὰ ἁμαρτάνοντες ὑπὸ τῶν νεκρῶν σώζοιντο. τὸ δὲ δὴ ἔπος τοῦτο ἐδήλου ὅτι σφῶν διά τε τοὺς προγόνους καὶ διὰ τὴν δόξαν τήν τε