Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 42

12.2 ἠπείρου καὶ ἐφʼ ὁλκάδων ἐγείραντος. τούς τε γὰρ λίθους τοὺς ἐν τοῖς σκάφεσιν ἐγκειμένους κολυμβηταῖς ὑφύδροις u(fu/drois Xyl., e)fu/drois L. διασκεδάσας, καὶ αὐτὰ ἐκεῖνα κουφισθέντα ἑλκύσας, τόν τε ἔσπλουν ἠλευθέρωσε, καὶ μετὰ τοῦτο ὁπλίτας ἐφʼ ἑκάτερα τῆς χηλῆς ἐκβιβάσας ἐπεσέπλευσε, e)pese/pleuse Xyl., e)/peise pleu=sai L. καὶ τά τε πλοῖα πάντα καὶ τῆς πόλεως τὸ πολὺ
12.3 κατέκαυσεν. εἷλε δʼ ἂν καὶ τὴν λοιπήν, εἰ μὴ τρωθεὶς δέος τοῖς Αἰγυπτίοις μὴ καὶ ἀποθάνῃ παρέσχε. θεραπευθεὶς δʼ οὖν Ὠρικῷ μὲν οὐκέτι προσέβαλε, τὰ δʼ ἄλλα περιφοιτῶν ἐπόρθει, καί ποτε καὶ αὐτοῦ τοῦ Βρεντεσίου μάτην,
12.4 ὥσπερ που καὶ ἄλλοι τινές, ἐπείρασε. τέως μὲν δὴ ταῦτʼ ἐποίει· ἐπεὶ δὲ ὅ τε πατὴρ αὐτοῦ ἡττήθη καὶ οἱ Αἰγύπτιοι πυθόμενοι τοῦτο οἴκαδε ἀπέπλευσαν, οὕτω δὴ πρὸς τὸν Κάτωνα ἀφίκετο.
13.1 καὶ αὐτὸν Κάσσιος ὁ Γάιος ἐμιμήσατο, πλεῖστα μὲν καὶ τῆς Σικελίας καὶ τῆς Ἰταλίας λυπήσας, πολλαῖς δὲ μάχαις ἔν τε τῇ θαλάσσῃ καὶ ἐν τῇ ἠπείρῳ συχνοὺς νικήσας.
13.2 προύχοντα μὲν δὴ dh\ Bk., toi\ L. τὸν Κάτωνα ἀρετῇ σφῶν ἰδόντες πολλοὶ πρὸς αὐτὸν συγκατέφυγον, καὶ αὐτοῖς ἐκεῖνος συναγωνισταῖς καὶ συμβούλοις πρὸς πάντα χρώμενος ἐς Πελοπόννησον, ὡς καὶ καταληψόμενος αὐτήν, ἔπλευσεν· οὐ γάρ πω

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi