Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 41

58.3 καὶ ἐκείνοις συμβοῆσαι τὸ πολεμικόν. polemiko/n St., pole/mion L. καὶ ἐπράχθη μὲν ἑκάτερον, τοσούτου δὲ ἐδέησαν ἐπιρρωσθῆναι ὥστε καὶ ἐπὶ μᾶλλον ἔκ τε τῆς τῶν σαλπικτῶν ἠχῆς ὁμοφωνούσης καὶ ἐκ τῆς ἑαυτῶν βοῆς ὁμογλωσσούσης τό τε ὁμόφυλόν σφων ἐξέφηναν καὶ τὸ ὁμογενὲς ἐξήλεγξαν, κἀκ τούτου καὶ ἐς δάκρυα καὶ θρῆνον ἔπεσον. ὀψὲ δʼ οὖν ποτε τῶν συμμαχικῶν προκαταρξάντων καὶ ἐκεῖνοι συνέμιξαν, ἔκφρονες ἐπʼ αὐτοῖς γενόμενοι.
59.1 καὶ τοῖς μὲν ἄλλοις, οἷς πόρρωθεν ἡ ἀλκὴ ἦν, ἧττον τὸ δεινὸν συνέβαινεν, οὐδὲ γὰρ εἰδότες οὓς ἔβαλλον, ἐτόξευον ἠκόντιζον
59.2 ἐσφενδόνων· οἱ δὲ δὴ ὁπλῖται οἵ τε ἱππῆς χαλεπώτατα ἀπήλλασσον, ἅτε γὰρ ga\r Bs., kai\ L. ἐγγὺς ἀλλήλων ὄντες καί τι καὶ λαλεῖν σφισι δυνάμενοι ἐγνώριζόν τε ἅμα τοὺς ἀντιπαρατεταγμένους καὶ ἐτίτρωσκον, ἀνεκάλουν καὶ ἐφόνευον, τῶν πατρίδων
59.3 ἐμέμνηντο καὶ ἐσκύλευον. ταῦτα μὲν οἵ τε Ῥωμαῖοι καὶ οἱ ἄλλοι οἱ ἐκ τῆς Ἰταλίας συστρατευόμενοί σφισιν, ὅπου ποτὲ προστύχοιεν ἀλλήλοις, καὶ ἔπραττον καὶ ἔπασχον· καὶ πολλοὶ πολλὰ καὶ οἴκαδε διʼ αὐτῶν τῶν σφαγέων
59.4 ἐνετέλλοντο. τὸ δὲ ὑπήκοον καὶ προθύμως καὶ ἀφειδῶς ἐμάχετο, πολλὴν σπουδήν, ὥσπερ ποτὲ ὑπὲρ u(pe\r R. Steph., u(po\ L. τῆς σφετέρας ἐλευθερίας, οὕτω τότε κατὰ τῆς τῶν Ῥωμαίων δουλείας ποιούμενοι, ἐπιθυμίᾳ, ἅτε ἐν πᾶσιν αὐτῶν ἐλαττούμενοι, ὁμοδούλους σφᾶς ἔχειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi