Kitap 41
57.3
ὑπάρξει. τοιαύτας οὖν δή τινας παραινέσεις τοῖς πολίταις ποιησάμενοι, καὶ προσέτι καὶ τὰ τῶν ὑπηκόων τῶν τε συμμάχων πρός τε τὰς ἐλπίδας τῶν κρεισσόνων καὶ πρὸς τοὺς φόβους τῶν χειρόνων προαγαγόντες, συνέβαλον ἀλλήλοις τοὺς ὁμοφύλους, τοὺς συσκήνους, τοὺς συσσίτους,
57.4
τοὺς ὁμοσπόνδους. καὶ τί ἄν τις τὰ τῶν ἄλλων ὀδύραιτο, ὁπότε καὶ αὐτοὶ ἐκεῖνοι πάντα τε ταῦτα ἀλλήλοις ὄντες, καὶ προσέτι πολλῶν μὲν λόγων ἀπορρήτων πολλῶν δὲ καὶ ἔργων ὁμοίων κεκοινωνηκότες, κῆδός τέ ποτε συναψάμενοι καὶ τὸ αὐτὸ παιδίον, ὁ μὲν ὡς πατὴρ ὁ δὲ ὡς πάππος, ἀγαπήσαντες, ὅμως ἐμάχοντο; ὅσα γὰρ ἡ φύσις τὸ αἷμα αὐτῶν μίξασα συνέδησε, τότε ταῦτα τῇ ἀπλήστῳ τῆς δυναστείας ἐπιθυμίᾳ διέλυον καὶ διέσπων καὶ διερρήγνυσαν. καὶ διʼ ἐκείνους e)kei/nous Bk., e)kei/nou L. καὶ ἡ Ῥώμη περί τε ἑαυτῇ καὶ πρὸς ἑαυτὴν ἅμα κινδυνεύειν ἠναγκάζετο, ὥστε καὶ νικήσασα ἡττηθῆναι.
58.1
τοιούτῳ μὲν ἀγῶνι συνηνέχθησαν· οὐ μέντοι καὶ εὐθὺς συνέμιξαν, ἀλλʼ οἷα ἔκ τε τῆς αὐτῆς πατρίδος καὶ ἐκ τῆς αὐτῆς ἐστίας ὁρμώμενοι, καὶ τά τε ὅπλα παραπλήσια καὶ τὰς τάξεις ὁμοίας ἔχοντες, ὤκνουν μὲν ἄρξαι τῆς μάχης, ὤκνουν δὲ
58.2
καὶ φονεῦσαί τινας ἑκάτεροι. σιγή τε οὖν ἀμφοτέρων καὶ κατήφεια πολλὴ ἦν, καὶ οὔτε τις αὐτῶν ἐς τὰ πρόσω προῄει proh/|ei R. Steph., prosh/iei L. οὔθʼ ὅλως ἐκινεῖτο, ἀλλʼ ἐγκύψαντες ἠτρέμιζον ὥσπερ ἄψυχοι. φοβηθέντες οὖν ὅ τε Καῖσαρ καὶ ὁ Πομπήιος μὴ καὶ ἐπὶ πλεῖον ἡσυχάσαντες ἀμβλύτεροί πως γένωνται ἢ καὶ συναλλαγῶσι, προσέταξαν σπουδῇ τοῖς τε σαλπικταῖς σημῆναι