Kitap 41
τυχὼν δὲ τούτου μέγα εὐθὺς καὶ ἀναγκαῖον πρᾶγμα διώρθωσεν. ἐπειδὴ γὰρ οἵ τε δεδανεικότες τισὶ πικροτάτας τὰς ἐσπράξεις, ἅτε καὶ πολλῶν χρημάτων διά τε τὰς στάσεις καὶ διὰ τοὺς πολέμους προσδεόμενοι, ἐποιοῦντο, καὶ τῶν ὀφειλόντων συχνοὶ οὐδέ ἐθέλοντες ἀποδοῦναί
τι ὑπὸ τῶν αὐτῶν ἐδύναντο (οὔτε γὰρ ἀποδόσθαι τι οὔτε ἐπιδανείσασθαι ῥᾴδιον αὐτοῖς ἐγίγνετὀ, κἀκ τούτου πολλὰ μὲν ἄπιστα πολλὰ δὲ καὶ δολερὰ πρὸς ἀλλήλους ἔπραττον, καὶ δέος ἦν μὴ καὶ ἐς ἀνήκεστόν τι κακὸν προχωρήσωσιν, ἐμετριάσθη μὲν καὶ πρὸ τούτου πρὸς
δημάρχων τινῶν τὰ κατὰ τοὺς τόκους, ἐπεὶ δʼ οὐδʼ ὣς ἀπεδίδοντο, ἀλλʼ οἱ μὲν τῶν ἐνεχύρων ἐξίσταντο οἱ δὲ καὶ τὸ ἀρχαῖον ἐν ἀργυρίῳ ἀπῄτουν, ἀμφοτέροις τότε ὁ Καῖσαρ ὡς οἷόν τε ἦν ἐπεκούρησε· τά τε γὰρ ἐνέχυρα πρὸς τὴν ἀξίαν ἐναποτιμηθῆναι ἐκέλευσε, καὶ δικαστὰς αὐτῆς τοῖς ἀμφισβητοῦσί τι ἀποκληροῦσθαι προσέταξεν.
ἐπειδή τε συχνοὶ πολλά τε χρήματα te xrh/mata Rk., xrh/mata/ te L. ἔχειν καὶ πάντα αὐτὰ ἀποκρύπτειν ἐλέγοντο, ἀπηγόρευσε μηδένα πλεῖον πεντακισχιλίων καὶ μυρίων δραχμῶν ἐν ἀργυρίῳ ἢ καὶ χρυσίῳ κεκτῆσθαι, οὐχ ὡς καὶ αὐτὸς τὸν νόμον τοῦτον
τιθείς, ἀλλʼ ὡς καὶ πρότερόν ποτε ἐσενεχθέντα ἀνανεούμενος, εἴτʼ οὖν ἵνα τοῖς τε δανεισταῖς οἱ ὀφείλοντές τι ἐκτίνωσι καὶ τοῖς δεομένοις οἱ ἄλλοι δανείζωσιν, εἴτε καὶ ὅπως οἵ τε εὐποροῦντες ἔκδηλοι γένωνται καὶ χρήματα μηδεὶς αὐτῶν ἀθρόα ἔχῃ, μὴ καὶ ἀπόντος τι
νεωτερισθῇ. ἐπαρθέντος δὲ ἐπὶ τούτῳ τοῦ πλήθους, καὶ ἀξιοῦντος καὶ τοῖς οἰκέταις μήνυτρα ἐπʼ αὐτῷ κατὰ τῶν δεσποτῶν προτεθῆναι, proteqh=nai H. Steph., proteqei=nai L. οὔτε προσέγραψεν αὐτὸ τῷ νόμῳ, καὶ προσέτι καὶ ἐξώλειαν ἑαυτῷ προσεπηράσατο, ἄν ποτέ τι δούλῳ κατὰ τοῦ δεσπότου εἰπόντι πιστεύσῃ.
Καῖσαρ μὲν δὴ ταῦτά τε πράξας καὶ τὰ ἀναθήματα, τά τε ἄλλα καὶ τὰ ἐκ τοῦ Καπιτωλίου πάντα, ἀνελόμενος ἐς τὸ Βρεντέσιον ἐπʼ ἐξόδῳ τοῦ ἔτους, καὶ πρὶν ἐς τὴν ὑπατείαν ἐς
ἣν ἐκεχειροτόνητο ἐσελθεῖν, ἐξώρμησε. καὶ αὐτοῦ τὰ τῆς ἐκστρατείας ποιοῦντος ἴκτινος ἐν τῇ ἀγορᾷ κλωνίον δάφνης ἑνὶ τῶν συμπαρόντων οἱ ἐπέρριψε· καὶ μετὰ τοῦτο τῇ Τύχῃ θύοντος ὁ ταῦρος ἐκφυγὼν πρὶν τιτρώσκεσθαι, ἔξω τε τῆς πόλεως ἐξεχώρησε καὶ πρὸς λίμνην τινὰ
ἐλθὼν διενήξατο αὐτήν. κἀκ τούτων ἐπὶ πλέον θαρσήσας ἠπείχθη, καὶ μάλισθʼ ὅτι οἱ μάντεις μένοντι μὲν αὐτῷ οἴκοι ὄλεθρον, περαιωθέντι δὲ τὴν θάλασσαν καὶ σωτηρίαν καὶ νίκην ἔσεσθαι
ἔφασαν. ἀφορμηθέντος δὲ αὐτοῦ οἱ παῖδες οἱ ἐν τῇ πόλει ὄντες διχῇ τε ἐνεμήθησαν αὐτοκέλευστοι, καὶ οἱ μὲν Πομπηιείους *pomphiei/ous Xyl., pomphi/ous L (and so regularly'. σφᾶς οἱ δὲ Καισαρείους *kaisarei/ous H. Steph., kaisari/ous L (regularly'. ὀνομάσαντες ἐμαχέσαντο τρόπον τινὰ ἄνευ ὅπλων ἀλλήλοις, καὶ ἐπεκράτησαν οἱ oi( Bk., o(/soi L. τῇ τοῦ Καίσαρος προσωνυμίᾳ χρώμενοι.
ἐν ᾧ δὲ ταῦτʼ ἔν τε τῇ Ῥώμῃ καὶ ἐν τῇ Ἰβηρίᾳ ἐγίγνετο, Μᾶρκος μὲν Ὀκτάουιος καὶ Λούκιος Σκριβώνιος Λίβων *li/bwn R. Steph., labw\n L. Πούπλιον Κορνήλιον Δολοβέλλαν, τά τε τοῦ Καίσαρος πράττοντα καὶ ἐν τῇ Δελματίᾳ *delmati/a| St., dalmati/ai L. ὄντα, ἐξήλασαν ἐξ αὐτῆς τῷ τοῦ
Πομπηίου ναυτικῷ χρώμενοι. καὶ μετὰ τοῦτο Γάιον Ἀντώνιον ἐπαμῦναί οἱ ἐθελήσαντα ἔς τε e)/s te Rk., e)/s ge L. νησίδιόν τι κατέκλεισαν, κἀνταῦθα πρός τε τῶν ἐπιχωρίων ἐγκαταλειφθέντα καὶ λιμῷ πιεσθέντα πασσυδὶ πλὴν ὀλίγων εἷλον· ἔς τε γὰρ τὴν ἤπειρον ἔφθησάν τινες αὐτῶν διαφυγόντες, καὶ ἕτεροι ἐν σχεδίαις διαπλέοντες καὶ ἁλισκόμενοι σφᾶς αὐτοὺς ἀπεχρήσαντο.
Κουρίων δὲ Σικελίαν μὲν me\n added by Bk. ἀμαχεὶ παρεστήσατο (ὁ γὰρ Κάτων ἄρχων αὐτῆς, ὡς οὔτε ἀξιόμαχός οἱ ἦν οὔτε τὰς πόλεις ἐς κίνδυνον μάτην ἐμβαλεῖν ἠθέλησε, προεξεχώρησε proecexw/rhse Leuncl., proecexw/rhse me\n L. πρὸς τὸν Πομπήιονʼ, ἐς
δὲ δὴ τὴν Ἀφρικὴν περαιωθεὶς ἀπώλετο. ὁ μὲν γὰρ Καῖσαρ ὁ Λούκιος τὴν Ἀσπίδα τὴν πόλιν, ἐν ᾗ κατὰ τύχην ἄλλως ἦν, πρὸς τὸν ἐπίπλουν αὐτοῦ ἐξέλιπε, καὶ Πούπλιος Ἄττιος Οὐᾶρος ὁ τὰ o( ta\ Leuncl., o(/ti L. ἐκεῖ πράγματα τότε ἔχων καὶ στρατιώτας συχνοὺς καὶ πλοῖα συχνὰ ploi=a suxna\ Jacoby, po/leis kai\ L. ἡττηθεὶς ὑπʼ αὐτοῦ
ἀπέβαλεν· ὁ δὲ δὴ Ἰόβας Ἰεμψοῦ τε παῖς ὢν καὶ τῶν Νομάδων βασιλεύων, τά τε τοῦ Πομπηίου ὡς καὶ τὰ τοῦ δήμου τῆς τε βουλῆς προτιμῶν, καὶ τὸν Κουρίωνα διά τε τοῦτο, καὶ ὅτι τήν τε βασιλείαν αὐτοῦ δημαρχῶν ἀφελέσθαι καὶ τὴν th\n Rk., th/n te L. χώραν δημοσιῶσαι ἐπεχείρησε, μισῶν,
ἰσχυρῶς αὐτῷ προσεπολέμησεν. οἴκαδε μὲν γὰρ ἐς τὴν Νουμιδίαν οὐκ ἀνέμεινεν αὐτὸν ἐσβαλεῖν, πολιορκοῦντι δέ οἱ Οὐτικὴν παντὶ μὲν ἅμα τῷ στρατῷ οὐ προσέμιξε, φοβηθεὶς μὴ καὶ προπυθόμενος ἐξαναχθείη (οὐ γάρ που pou Bk., pw L. ἀπώσασθαι αὐτὸν μᾶλλόν τι ἢ τιμωρήσασθαι ἐπεθύμεἰ,
ὀλίγους δέ τινας προπέμψας, καὶ προφημίσας ὡς αὐτὸς ἄλλοσέ ποι καὶ πόρρω γε ἀπεληλυθὼς εἴη, ἐφέσπετό τέ σφισι καὶ οὐ διήμαρτεν ὧν
ἤλπισεν. ὁ γὰρ Κουρίων πρότερον μέν, ὡς καὶ αὐτοῦ ἐκείνου προσιόντος, ἔς τε τὸ στρατόπεδον τὸ πρὸς τῇ θαλάσσῃ ὂν μετέστη, καὶ γνώμην ἐποιεῖτο τῶν τε νεῶν, ἂν βιάζηται, ἐπιβῆναι καὶ
τὴν Ἀφρικὴν παντελῶς ἐκλιπεῖν· ἐπεὶ δὲ ὀλίγους τέ τινας καὶ τούτους ἄνευ τοῦ Ἰόβου ἀφικνεῖσθαι ἐπύθετο, ἐθάρσησε, καὶ εὐθὺς τῆς νυκτὸς ὡς καὶ ἐφʼ ἕτοιμον νίκην, μὴ καὶ διαφύγωσιν αὐτόν, ἄρας ἐπορεύετο, καί τινας τῶν προδρόμων καθεύδοντας ἐν τῇ ὁδῷ φθείρας πολὺ προθυμότερος ἐγένετο.
κἀκ τούτου τοῖς λοιποῖς ὑπὸ τὴν ἕω προκεχωρηκόσιν ἐκ τοῦ στρατοπέδου ἐντυχὼν οὐδεμίαν ἀναβολὴν ἐποιήσατο, ἀλλὰ καίτοι τῶν στρατιωτῶν καὶ ὑπὸ τῆς πορείας καὶ ὑπὸ τῆς ἀγρυπνίας τεταλαιπωρημένων ἐς χεῖράς σφισι παραχρῆμα
ἦλθε. κἀν τούτῳ ἑστώτων τε αὐτῶν καὶ ἀντιρρόπως ἀγωνιζομένων, ὁ Ἰόβας αἰφνιδίως οἱ ἐπιφανεὶς τῷ τε ἀδοκήτῳ ἅμα αὐτὸν καὶ τῷ πλήθει κατειργάσατο, καὶ ἐκεῖνον μὲν καὶ τῶν ἄλλων τοὺς πλείστους αὐτοῦ ταύτῃ au)tou= tau/th| R. Steph., au)th=i tau/thi L. ἀπέκτεινεν, τοὺς δὲ de\ Pflugk, te L. λοιποὺς μέχρι τε τῆς ταφρείας ἐπεδίωξε καὶ
μετὰ τοῦτο ἐς τὰς ναῦς καθεῖρξε, κἀν ka)n Reim., kai\ L. τῷ ταράχῳ τούτῳ πολλῶν μὲν χρημάτων ἐκράτησε πολλοὺς δὲ ἄνδρας ἔφθειρε. συχνοὶ δὲ δὴ καὶ διαφυγόντες αὐτῶν ἀπώλοντο, οἱ μὲν ἐν τῇ ἐς τὰ πλοῖα ἐσβάσει ὑπὸ τοῦ ὠθισμοῦ σφαλέντες, οἱ δὲ καὶ ἐν αὐτοῖς τοῖς σκάφεσιν ὑπὸ τοῦ βάρους αὐτῶν
βαπτισθέντες. γιγνομένων δὲ τούτων, φοβηθέντες τινὲς μὴ τὰ αὐτὰ αὐτοῖς πάθωσι, προσεχώρησαν μὲν τῷ Οὐάρῳ ὡς καὶ σωθησόμενοι, εὕροντο δʼ οὐδὲν ἐπιεικές· ὁ γὰρ Ἰόβας προϊσχόμενος ὅτι αὐτός σφας ἐνενικήκει, καὶ ἐκείνους πλὴν ὀλίγων ἐφόνευσεν. Κουρίων μὲν δὴ πλεῖστά τε τῷ Καίσαρι συναράμενος καὶ πάμπολλα αὐτὸν au)to\n Bk., e)p' au)to\n L.
ἐπελπίσας οὕτως ἀπώλετο· Ἰόβας δὲ πρὸς μὲν τοῦ Πομπηίου τῶν τε ἄλλων τῶν ἐν τῇ Μακεδονίᾳ βουλευτῶν τιμάς τε εὕρετο καὶ βασιλεὺς προσηγορεύθη, πρὸς δὲ δὴ τοῦ Καίσαρος τῶν τε ἐν τῇ πόλει αἰτίαν εἶχε καὶ πολέμιος ἀπεδείχθη, ὅ τε Βόκχος καὶ ὁ Βογούας βασιλῆς, basilh=s Bs., basilei=s L. ὅτι ἐχθροὶ αὐτῷ au)tw=| Pflugk, au)tw=n L. ἦσαν, ὠνομάσθησαν. h)=san w)noma/sqhsan Xyl., a)nwma/sqhsan L.
τῷ δὲ ἐχομένῳ ἔτει διττοί τε τοῖς Ῥωμαίοις ἄρχοντες παρὰ τὸ καθεστηκὸς ἐγένοντο καὶ μάχη μεγίστη δὴ συνηνέχθη. οἱ μὲν γὰρ ἐν τῷ ἄστει καὶ ὑπάτους τόν τε Καίσαρα καὶ Πούπλιον Σερουίλιον καὶ στρατηγοὺς τά τε ἄλλα τέλη te/lh supplied by Bs. τὰ ἐκ τῶν νόμων ᾕρηντο, οἱ δὲ ἐν τῇ Θεσσαλονίκῃ
τοιοῦτο μὲν οὐδὲν προπαρεσκευάσαντο, καίτοι τῆς τε ἄλλης βουλῆς ἐς διακοσίους, ὥς φασί τινες, καὶ τοὺς ὑπάτους ἔχοντες, καί τι καὶ χωρίον ἐς τὰ οἰωνίσματα, τοῦ δὴ καὶ ἐν νόμῳ δή τινι αὐτὰ δοκεῖν γίγνεσθαι, δημοσιώσαντες, ὥστε καὶ τὸν δῆμον διʼ αὐτῶν τήν τε πόλιν ἅπασαν ἐνταῦθα
εἶναι νομίζεσθαι (αἴτιον δὲ ὅτι τὸν νόμον οἱ ὕπατοι τὸν φρατριατικὸν fratriatiko\n Reim., fratriko\n L. οὐκ ἐσενηνόχεσανʼ, τοῖς δὲ δὴ αὐτοῖς ἐκείνοις οἷσπερ oi(=sper Reim., toi=sper L. καὶ πρόσθεν ἐχρήσαντο, τὰς ἐπωνυμίας σφῶν μόνας μεταβαλόντες καὶ τοὺς μὲν ἀνθυπάτους τοὺς δὲ ἀντιστρατήγους τοὺς δὲ ἀντιταμίας ὀνομάσαντες.
πάνυ γάρ που τῶν πατρίων αὐτοῖς ἔμελε τά τε ὅπλα ἀνταιρομένοις καὶ τὴν πατρίδα ἐκλελοιπόσιν, ὥστε μὴ πάντα τὰ ἀναγκαῖα πρὸς τὴν τῶν παρόντων ἀπαίτησιν καὶ παρὰ τὴν τῶν τεταγμένων
ἀκρίβειαν ποιεῖν. οὐ μὴν ἀλλὰ τῷ μὲν ὀνόματι οὗτοί σφισιν ἑκατέροις ἦρχον, ἔργῳ δὲ ὁ Πομπήιος καὶ ὁ Καῖσαρ, τῆς μὲν φήμης ἕνεκα τὰς ἐννόμους ἐπικλήσεις, ta\s e)nno/mous e)piklh/seis Rk., th=s e)nno/mou kai\ e)piklh/seis L. ὁ μὲν τὴν τοῦ ὑπάτου ὁ δὲ τὴν τοῦ ἀνθυπάτου, ἔχοντες, πράττοντες δὲ οὐκ ὅσα ἐκεῖναι ἐπέτρεπον ἀλλʼ ὅσα αὐτοὶ ἤθελον.
τοιούτων δὲ δὴ τούτων ὄντων καὶ δίχα τῆς ἀρχῆς μεμερισμένης, Πομπήιος μὲν δὴ ἔν τε τῇ Θεσσαλονίκῃ ἐχείμαζε καὶ φυλακὴν οὐκ ἀκριβῆ τῶν παραθαλασσίων ἐποιεῖτο (οὔτε γὰρ ἐς τὴν Ἰταλίαν ἤδη τὸν Καίσαρα ἐκ τῆς Ἰβηρίας ἀφῖχθαι ἐνόμιζε, εἴ τε καὶ παρείη, ἀλλʼ ἔν γε τῷ χειμῶνι οὐχ ὑπώπτευσεν αὐτὸν τολμήσειν τὸν
Ἰόνιον διαβαλεῖνʼ, Καῖσαρ δὲ ἦν μὲν ἐν Βρεντεσίῳ τὸ ἔαρ ἀναμένων, πυθόμενος δὲ ἐκεῖνόν τε πόρρω te po/rrw Pflugk, te po/rrw te L. ὄντα καὶ τὴν καταντιπέρας ἤπειρον ἀμελῶς τηρουμένην, τό τε καινὸν τοῦ πολέμου ἥρπασε καὶ τῷ ἀνειμένῳ a)neime/nw| Rk., a)ne/mwi L. αὐτοῦ ἐπέθετο. μεσοῦντος γοῦν τοῦ χειμῶνος μέρει τοῦ στρατοῦ ἀπῆρεν (οὐ γὰρ ἦσαν ἱκαναὶ νῆες ὥστε πάντας ἅμα αὐτοὺς
περᾶσαἰ, καὶ λαθὼν τὸν Βίβουλον τὸν Μᾶρκον, ᾧ ἡ θάλασσα φρουρεῖσθαι προσετέτακτο, ἐπεραιώθη πρὸς τὰ ἄκρα τὰ Κεραύνια ὠνομασμένα· ἔστι δὲ ἔσχατα τῆς Ἠπείρου, πρὸς τῷ στόματι τοῦ Ἰονίου κόλπου. καὶ ἐλθὼν ἐνταῦθα πρὶν ἔκπυστος ὅτι καὶ πλευσεῖται γενέσθαι, τὰς ναῦς
ἐς τὸ Βρεντέσιον ἐπὶ τοὺς λοιποὺς ἔστειλε· καὶ αὐτὰς ὁ Βίβουλος ἀνακομιζομένας ἐκάκωσε, καί τινας καὶ ἀνεδήσατο, ὥστε τὸν Καίσαρα ἔργῳ μαθεῖν ὅτι εὐτυχέστερον τὸν πλοῦν ἢ εὐβουλότερον ἐπεποίητο.
ἐν δʼ οὖν τῇ διατριβῇ ταύτῃ τό τε Ὠρικὸν *)wriko\n R. Steph., nwriko\n L. καὶ τὴν Ἀπολλωνίαν ἄλλα τε τῶν ἐκείνῃ χωρίων ἐκλειφθέντα ὑπὸ τῶν τοῦ Πομπηίου φρουρῶν παρεστήσατο. ἡ δὲ Ἀπολλωνία αὕτη ἡ h( added by Bk. Κορινθία ἐν καλῷ μὲν τῆς γῆς ἐν καλῷ δὲ καὶ τῆς
θαλάσσης ποταμῶν τε ἄριστα κεῖται. ὅ τε μάλιστα διὰ πάντων ἐθαύμασα, πῦρ πολὺ πρὸς τῷ Ἀώῳ *)aw/w| Palmerius, following Casaubon, a)/na| L. ποταμῷ ἀναδίδοται, καὶ οὔτε ἐπὶ πλεῖον τῆς πέριξ γῆς ἐπεξέρχεται, οὔτʼ αὐτὴν ἐκείνην ἐν ᾗ ἐνδιαιτᾶται ἐκπυροῖ ἢ καὶ κραυροτέραν πῃ ποιεῖ, ἀλλὰ καὶ πόας καὶ δένδρα καὶ πάνυ πλησία θάλλοντα ἔχει· πρός τε τὰς ἐπιχύσεις
τῶν ὄμβρων ἐπαύξει καὶ ἐς ὕψος ἐξαίρεται. καὶ διὰ τοῦτο αὐτό τε Νυμφαῖον ὀνομάζεται καὶ δὴ καὶ μαντεῖον τοιόνδε τι παρέχεται. λιβανωτὸν δὴ λαβών, καὶ προσευξάμενος ὅ τι ποτὲ καὶ
βούλει, ῥίπτεις αὐτὸν τὴν εὐχὴν φέροντα. κἀν τούτῳ τὸ πῦρ, ἂν μέν τι ἐπιτελὲς ᾖ h)=| Pflugk, ei)/h L. ἐσόμενον, δέχεται αὐτὸν ἑτοιμότατα, κἂν ἄρα καὶ ἔξω που προπέσῃ, prope/sh| Rk., prospe/shi L. προσδραμὸν ἥρπασε καὶ κατανάλωσεν· ἂν δὲ ἀτέλεστον ᾖ, οὔτʼ ἄλλως αὐτῷ προσέρχεται, κἂν ἐς αὐτὴν τὴν φλόγα φέρηται, ἐξαναχωρεῖ τε
καὶ ἐκφεύγει. καὶ ταῦθʼ οὕτως ἑκάτερα περὶ πάντων ὁμοίως, πλὴν θανάτου τε καὶ γάμου, ποιεῖ· περὶ γὰρ τούτων οὐδὲ ἔξεστί τινι ἀρχὴν αὐτοῦ πυθέσθαι τι.
τοῦτο μὲν τοιοῦτόν ἐστιν, ὁ δὲ δὴ Καῖσαρ βραδύνοντος τοῦ Ἀντωνίου, ᾧ τοὺς ὑπομείναντας ἐν τῷ Βρεντεσίῳ κομίσαι ἐπετέτακτο, καὶ οὐδὲ ἀγγελίας τινὸς περὶ αὐτῶν διά τε τὸν χειμῶνα καὶ διὰ τὸν Βίβουλον φοιτώσης, ὑπώπτευσέ σφας μεσεύειν τε καὶ ἐφεδρεύειν τοῖς πράγμασιν,
οἷά που ἐν ταῖς στάσεσι φιλεῖ γίγνεσθαι. καὶ διὰ τοῦτο βουληθεὶς αὐτὸς καὶ μόνος γε ἐς τὴν Ἰταλίαν πλεῦσαι, ἐπέβη μὲν ἀκατίου τινὸς ὥς τις ἄλλος, λέγων ὑπὸ τοῦ Καίσαρος πεπέμφθαι, καὶ τὸν κυβερνήτην αὐτοῦ καίπερ πνεύματος ὄντος