Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 41

47.2 τινὶ ἤλασεν. ὁ οὖν Καῖσαρ μέχρι μὲν τοῦ ποταμοῦ ἀπήντησέν οἱ, νομίσας ἀξιόμαχος καὶ ὣς τοῖς τότε προσιοῦσι γενήσεσθαι· ἐπεὶ δὲ ἔμαθεν ὅτι πολὺ τῷ πλήθει ἠλαττοῦτο, ἡσύχασε. καὶ ὅπως γε μήθʼ ὑπὸ δέους τοῦτο ποιεῖν μήτε ἐξάρχειν τοῦ πολέμου νομισθείη, λόγους τέ τινας συμβατηρίους σφίσι καθίει kaqi/ei Dind., kaqei/h L. καὶ κατὰ τοῦτο
47.3 διῆγε. γνοὺς δὲ ταῦθʼ ὁ Πομπήιος συμβαλεῖν μὲν αὐτῷ ὡς ὅτι τάχιστα ἠθέλησε, καὶ διὰ τοῦτο καὶ τὸν ποταμὸν ἐπιδιαβῆναι ἐπεχείρησεν· ὡς δὲ ἡ γέφυρα βάρος λαβοῦσα διελύθη καί τινες τῶν προδιαβεβηκότων μονωθέντες ἀπώλοντο, ἐπέσχεν ἀθυμήσας ὅτι πρῶτον τῶν τοῦ πολέμου ἔργων ἁπτόμενος ἐπταίκει. κἀν τούτῳ καὶ τοῦ Ἀντωνίου ἐπελθόντος
48.1 φοβηθεὶς ἀπεχώρησε πρὸς τὸ Δυρράχιον. τέως μὲν γὰρ ὁ Βίβουλος ἔζη, οὐδʼ ἀπᾶραι ἐκεῖνος ἐκ τοῦ Βρεντεσίου ἐτόλμησεν· τοσαύτη που φυλακὴ αὐτοῦ ἐγίγνετο· ἐπεὶ δὲ αὐτός τε ἐκκαμὼν ὑπὸ τῆς ταλαιπωρίας ἐτελεύτησε καὶ τὴν ναυαρχίαν ὁ Λίβων διεδέξατο, κατεφρόνησεν αὐτοῦ καὶ ἀνηγάγετο ὡς καὶ βιασόμενος τὸν ἔκπλουν.
48.2 καταραχθείς τε ἐς τὴν γῆν ἠμύνατό τε αὐτὸν ἰσχυρῶς προσβαλόντα οἱ, καὶ μετὰ τοῦτο ἐπεκβῆναί ποι βουληθέντα οὐδαμῇ τῆς ταύτῃ
48.3 ἠπείρου προσορμισθῆναι εἴασεν. ἀπορήσας οὖν ὁ Λίβων καὶ ὅρμου καὶ ὕδατος (τὸ γὰρ νησίδιον τὸ πρὸς τοῦ λιμένος ὄν, ἐς ὅπερ μόνον προσέχειν ἐδύνατο, καὶ ἄνυδρον καὶ ἀλίμενόν ἐστινʼ ἀπέπλευσε πόρρω ποι, ὅπου ἀμφοτέρων εὐπορήσειν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi