Kitap 41
45.1
ἐν δʼ οὖν τῇ διατριβῇ ταύτῃ τό τε Ὠρικὸν *)wriko\n R. Steph., nwriko\n L. καὶ τὴν Ἀπολλωνίαν ἄλλα τε τῶν ἐκείνῃ χωρίων ἐκλειφθέντα ὑπὸ τῶν τοῦ Πομπηίου φρουρῶν παρεστήσατο. ἡ δὲ Ἀπολλωνία αὕτη ἡ h( added by Bk. Κορινθία ἐν καλῷ μὲν τῆς γῆς ἐν καλῷ δὲ καὶ τῆς
45.2
θαλάσσης ποταμῶν τε ἄριστα κεῖται. ὅ τε μάλιστα διὰ πάντων ἐθαύμασα, πῦρ πολὺ πρὸς τῷ Ἀώῳ *)aw/w| Palmerius, following Casaubon, a)/na| L. ποταμῷ ἀναδίδοται, καὶ οὔτε ἐπὶ πλεῖον τῆς πέριξ γῆς ἐπεξέρχεται, οὔτʼ αὐτὴν ἐκείνην ἐν ᾗ ἐνδιαιτᾶται ἐκπυροῖ ἢ καὶ κραυροτέραν πῃ ποιεῖ, ἀλλὰ καὶ πόας καὶ δένδρα καὶ πάνυ πλησία θάλλοντα ἔχει· πρός τε τὰς ἐπιχύσεις
45.3
τῶν ὄμβρων ἐπαύξει καὶ ἐς ὕψος ἐξαίρεται. καὶ διὰ τοῦτο αὐτό τε Νυμφαῖον ὀνομάζεται καὶ δὴ καὶ μαντεῖον τοιόνδε τι παρέχεται. λιβανωτὸν δὴ λαβών, καὶ προσευξάμενος ὅ τι ποτὲ καὶ
45.4
βούλει, ῥίπτεις αὐτὸν τὴν εὐχὴν φέροντα. κἀν τούτῳ τὸ πῦρ, ἂν μέν τι ἐπιτελὲς ᾖ h)=| Pflugk, ei)/h L. ἐσόμενον, δέχεται αὐτὸν ἑτοιμότατα, κἂν ἄρα καὶ ἔξω που προπέσῃ, prope/sh| Rk., prospe/shi L. προσδραμὸν ἥρπασε καὶ κατανάλωσεν· ἂν δὲ ἀτέλεστον ᾖ, οὔτʼ ἄλλως αὐτῷ προσέρχεται, κἂν ἐς αὐτὴν τὴν φλόγα φέρηται, ἐξαναχωρεῖ τε
45.5
καὶ ἐκφεύγει. καὶ ταῦθʼ οὕτως ἑκάτερα περὶ πάντων ὁμοίως, πλὴν θανάτου τε καὶ γάμου, ποιεῖ· περὶ γὰρ τούτων οὐδὲ ἔξεστί τινι ἀρχὴν αὐτοῦ πυθέσθαι τι.