Kitap 41
καὶ σώζεσθαι καὶ εὐθενεῖν eu)qenei=n Dind., eu)qhnei=n Rk., eu)qu/nein L. καὶ εὐδοξεῖν. μὴ γάρ τοι νομίσητε φιλοῦντος ἔργον εἶναι τὸ συγχωρεῖν τισιν ἃ μὴ προσήκει πράττειν, ἐξ ὧν καὶ κινδύνους καὶ ἀδοξίας ἀνάγκη πᾶσα αὐτοῖς συμβαίνειν, ἀλλὰ τό τε τὰ ἀμείνω αὐτοὺς διδάσκειν καὶ τὸ τῶν χειρόνων ἀπείργειν καὶ νουθετοῦντα
καὶ σωφρονίζοντα. γνώσεσθε δὲ ὅτι τἀληθῆ λέγω, ἂν μήτε πρὸς τὸ αὐτίκα ἡδὺ τὸ συμφέρον κρίνητε μᾶλλον ἢ πρὸς τὸ ἀεὶ ὠφέλιμον, μήτε τὸ τὰς ἐπιθυμίας ἐκπιμπλάναι γενναῖον μᾶλλον ἢ τὸ κρατεῖν αὐτῶν νομίσητε εἶναι. αἰσχρὸν μὲν γὰρ παραχρῆμά τι ἡσθέντας ὕστερον μεταγνῶναι, δεινὸν δὲ τὸ τῶν πολεμίων κρατοῦντας ἡδονῶν τινων ἡττᾶσθαι.
πρὸς οὖν τί ταῦτα λέγω; ὅτι τὰ ἐπιτήδεια ἀφθόνως ἔχοντες (λέξω γὰρ μετὰ παρρησίας, μηδὲν ὑποστειλάμενος· τήν τε γὰρ μισθοφορὰν ἐντελῆ καὶ κατὰ καιρὸν λαμβάνετε, καὶ τῆς τροφῆς ἀεὶ καὶ πανταχοῦ πολλῆς ἐμπίμπλασθἐ καὶ μήτε πόνον τινὰ ἄδοξον μήτε κίνδυνον ἀνωφελῆ ὑπομένοντες, καὶ προσέτι τῆς μὲν ἀνδραγαθίας πολλὰ καὶ μεγάλα γέρα καρπούμενοι, τῶν δʼ ἁμαρτημάτων σμικρὸν ἢ οὐδὲν h)\ ou)de\n Rk., ou)de\ L. ἐπιτιμώμενοι,
οὐκ ἀξιοῦτε τούτοις ἀρκεῖσθαι. λέγω δὲ ταῦτα οὐ πρὸς πάντας ὑμᾶς (οὐδὲ γὰρ τοιοῦτοί ἐστἐ, ἀλλὰ πρὸς ἐκείνους μόνους οἵτινες τῇ ἑαυτῶν πλεονεξίᾳ καὶ τοὺς ἄλλους διαβάλλουσιν. ὑμεῖς μὲν γὰρ οἱ πολλοὶ καὶ πάνυ ἀκριβῶς καὶ καλῶς τοῖς τε παραγγέλμασι τοῖς ἐμοῖς πείθεσθε καὶ τοῖς ἤθεσι τοῖς πατρίοις patri/ois Bs., patrw/iois L. ἐμμένετε, καὶ διὰ τοῦτο καὶ χώραν τοσαύτην καὶ πλοῦτον καὶ δόξαν ἐκτήσασθε· ὀλίγοι δὲ δή τινες πολλὴν αἰσχύνην
καὶ ἀδοξίαν ἅπασιν ἡμῖν προστρίβονται. καίτὁ??ʼ ἔγωγε πρότερον σαφῶς ἐπιστάμενος τοιούτους αὐτοὺς ὄντας (οὐδὲν γάρ μοι τῶν ὑμετέρων ἀμελές ἐστινʼ οὐ προσεποιούμην εἰδέναι, νομίζων ἀμείνους σφᾶς ἐκ τοῦ λαθεῖν ἂν δοκεῖν dokei=n Rk., dokei= L. ἁμαρτόντας τινὰ γενήσεσθαι, τοῦ μὴ πλεονάσαντάς ποτε καὶ
ἐφʼ οἷς συνεγνώσθησαν κολασθῆναι· ἐπεὶ μέντοι αὐτοί τε ὡς καὶ w(s kai\ Rk., kai\ w(\s L. ἐξόν σφισι πάνθʼ ὅσα βούλονται πράττειν, ὅτι μὴ κατὰ πρώτας εὐθὺς ἐδικαιώθησαν, ὑπερθρασύνονται, καὶ τοὺς ἄλλους τοὺς μηδὲν πλημμελοῦντας προσστασιάζειν ἐπιχειροῦσιν, ἀναγκαῖόν ἐστί μοι θεραπείαν τέ τινα καὶ
ἐπιστροφὴν αὐτῶν ποιήσασθαι. οὔτε γὰρ ἄλλα τι σύστημα ἀνθρώπων συμμεῖναι καὶ σωθῆναι δύναται, ἂν μὴ τὸ κακουργοῦν σωφρονίζηται· τὸ γάρ τοι νοσῆσαν ἂν μὴ τὴν προσήκουσαν ἴασιν λάβῃ, συγκάμνειν sugka/mnein Reim., sugka/mnei L. καὶ τὸ λοιπὸν πᾶν ὥσπερ ἐν
τοῖς σώμασι ποιεῖ· ἐν δὲ δὴ ταῖς στρατιαῖς ἥκιστα διότι αὐτοί τε ἰσχὺν ἔχοντες τολμηρότεροι γίγνονται, καὶ τοὺς ἀγαθοὺς προσδιαφθείρουσιν, ἀθυμοτέρους ποιοῦντες ὡς οὐδὲν ὄφελος ἐκ τοί δικαιοπραγεῖν ἕξοντας. παρʼ οἷς γὰρ ἂν τὸ θρασυνόμενον πλεονεκτῇ, παρὰ τούτοις ἀνάγκη τὸ ἐπιεικὲς ἐλαττοῦσθαι· καὶ ἐν οἷς ἂν a)\n added by St. ἀδικία ἀτιμώρητος ᾖ, καὶ τὸ σωφρονοῦν ἀγέραστον γίγνεται
τί μὲν γὰρ ἂν ὑμεῖς ἀγαθὸν ποιεῖν φήσαιτε, fh/saite Pflugk, fh/sete L. εἰ μηδὲν οὗτοι κακὸν δρῶσιν; πῶς δʼ ἂν εἰκότως τιμᾶσθαι ἐθελήσαιτε, e)qelh/saite Bk., e)qelh/shte L. ἂν μὴ τὴν δικαίαν οὗτοι τιμωρίαν ὑπόσχωσιν; ἢ ἀγνοεῖτε τοῦθʼ, ὅτι ἂν τὸ μὲν τῶν φόβων τῆς δίκης ἐλευθερωθῇ, τὸ δὲ τῆς ἐλπίδος τῶν ἄθλων στερηθῇ, ἀγαθὸν μὲν οὐδὲν
κακὰ δὲ μυρία ἀπεργάζεται; ὥστʼ εἴπερ ἀρετὴν ὄντως ἀσκεῖτε, μισήσατε μὲν τούτους ὡς πολεμίους (οὐ γάρ που pou Pflugk, pw L. φύσει τινὶ τὸ φίλιον ἀπὸ τοῦ ἐχθροῦ διακέκριται, ἀλλὰ τοῖς τε τρόποις καὶ ταῖς πράξεσι διορίζεται, ὧν ἀγαθῶν μὲν ὄντων πᾶν καὶ τὸ ἀλλότριον οἰκειοῦται, πονηρῶν δὲ πᾶν καὶ τὸ
συγγενὲς ἀλλοτριοῦταἰ, ἀπολογήσασθε a)pologh/sasqe R. Steph., a)pologh/sasqai L. δὲ ὑπὲρ ὑμῶν αὐτῶν. ἀνάγκη γὰρ καὶ ἡμᾶς διʼ αὐτοὺς πάντας κακῶς ἀκούειν, καὶ εἰ μηδὲν ἀδικοῦμεν· a)dikou=men Pflugk, a)dikw=men L. πᾶς γάρ τις πυνθανόμενος τό τε πλῆθος. ἡμῶν καὶ τὴν ὁρμήν, ἐς πάντας ἡμᾶς καὶ τὰ τοῖς ὀλίγοις πλημμελούμενα ἀναφέρει, καὶ οὕτω τῶν πλεονεξιῶν οὐ συμμετέχοντες αὐτοῖς τῶν ἐγκλημάτων τὸ ἴσον
φερόμεθα. τίς γὰρ ἂν οὐκ ἀγανακτήσειεν ἀκούων ὄνομα μὲν ἡμᾶς Ῥωμαίων ἔχοντας, ἔργα δὲ Κελτῶν δρῶντας; τίς δʼ οὐκ ἂν ὁρῶν ὀδύραιτο o)du/raito H. Steph., w)du/reto L. τὴν Ἰταλίαν ὁμοίως τῇ Βρεττανίᾳ πορθουμένην; πῶς δʼ οὐ δεινὸν τὰ μὲν τῶν Γαλατῶν τῶν καταπολεμηθέντων μηκέθʼ ἡμᾶς λυπεῖν, τὰ δὲ ἐντὸς τῶν Ἄλπεων ὥς τινας Ἠπειρώτας ἢ Καρχηδονίους ἢ
Κίμβρους πορθεῖν; πῶς δʼ οὐκ αἰσχρὸν σεμνύνεσθαι μὲν ἡμᾶς καὶ λέγειν ὅτι ἡμεῖς πρῶτοι Ῥωμαίων καὶ τὸν Ῥῆνον διέβημεν καὶ τὸν ὠκεανὸν ἐπλεύσαμεν, τὴν δὲ οἰκείαν ἀπαθῆ κακῶν ἀπὸ τῶν πολεμίων οὖσαν διαρπάσαι, καὶ ἀντὶ μὲν ἐπαίνου μέμψιν, ἀντὶ δὲ τιμῆς ἀτιμίαν, ἀντὶ δὲ κερδῶν ζημίας, ἀντὶ δὲ ἄθλων τιμωρίας λαβεῖν;
μὴ γάρ τοι νομίσητε μήθʼ, ὅτι στρατεύεσθε, κρείττους παρὰ τοῦτο τῶν οἴκοι πολιτῶν εἶναι· Ῥωμαῖοι γάρ ἐστε ἀμφότεροι, καὶ ὁμοίως ὑμῖν καὶ ἐκεῖνοι καὶ ἐστρατεύσαντο καὶ στρατεύσονται· μήθʼ, ὅτι ὅπλα ἔχετε, ἐξεῖναι ὑμῖν κακουργεῖν· οἵ τε γὰρ νόμοι κυριώτεροι ὑμῶν εἰσιν, καὶ πάντως
ποτὲ καὶ ταῦτα καταθήσεσθε. μὴ μέντοι μηδὲ τῷ πλήθει θαρσεῖτε· πολὺ γὰρ πλείους ὑμῶν οἱ ἀδικούμενοι, ἄν γε καὶ συστραφῶσιν, εἰσί. συστραφήσονται δέ, ἂν a)\n R. Steph., e)a\n L. τοιαῦτα ποιῆτε. poih=te R. Steph., poiei=te L. μηδʼ ὅτι τοὺς βαρβάρους ἐνικήσατε, καὶ τούτων καταφρονεῖτε ὧν οὐδὲν οὔτε κατὰ γένος οὔτε ou)/te kata\ ge/nos ou)/te Bs., kata\ ge/nos ou)/te L. κατὰ παιδείαν, οὐκ ἐκ τῆς τροφῆς, οὐκ ἐκ τῶν ἐπιτηδευμάτων,
διαφέρετε· ἀλλʼ ὥσπερ που καὶ προσῆκον καὶ συμφέρον ἐστὶν ὑμῖν, μήτε βιάζεσθέ τινα αὐτῶν μήτʼ ἀδικεῖτε, a)dikei=te R. Steph., a)dikh=te L. ἀλλὰ τά τε te Bk., me\n L. ἐπιτήδεια παρʼ ἑκουσίων σφῶν λαμβάνετε καὶ τὰ γέρα παρʼ ἑκόντων προσδέχεσθε.
πρὸς γὰρ δὴ τοῖς εἰρημένοις, τοῖς τε ἄλλοις ὅσα ἄν τις μηκύνων περὶ τῶν τοιούτων διεξέλθοι, καὶ ἐκεῖνο δεῖ ὑμᾶς προσλογίζεσθαι, proslogi/zesqai R. Steph., prologi/zesqai L. ὅτι νῦν ἡμεῖς ἐνταῦθʼ ἥκομεν ἵνα τῇ τε πατρίδι ἀδικουμένῃ βοηθήσωμεν καὶ τοὺς κακουργοῦντας αὐτὴν ἀμυνώμεθα, ἐπεὶ εἴγε ἐν μηδενὶ δεινῷ ἦν,
οὔτʼ ἂν ἐς τὴν Ἰταλίαν μετὰ τῶν ὅπλων ἤλθομεν (οὐ γὰρ ἔξεστιν e)/cestin Xyl., e)/t' e)/stin L.) οὔτʼ ἂν τά τε τῶν Κελτῶν καὶ τὰ τῶν Βρεττανῶν ἀτέλεστα κατελίπομεν, δυνηθέντες ἂν καὶ ἐκεῖνα προσκατεργάσασθαι. proskaterga/sasqai R. Steph., proskaterga/sesqai L.
οὐκοῦν πῶς μὲν οὐκ ἄτοπον ἐπὶ τῇ τῶν ἀδικούντων τιμωρίᾳ παρόντας ἡμᾶς μηδὲν ἧττον ἐκείνων πλεονεκτοῦντας φανῆναι; πῶς δʼ οὐ σχέτλιον πρὸς ἐπικουρίαν τῆς πατρίδος ἀφιγμένους συμμάχων αὐτὴν ἑτέρων ἀναγκάσαι καθʼ
ἡμῶν δεηθῆναι; καίτοι ἔγωγε τοσοῦτον περιεῖναι τοῖς δικαιώμασι τοῦ Πομπηίου νομίζω ὥστε καὶ ἐς δίκην πολλάκις αὐτὸν προκαλέσασθαι, καὶ ἐπειδή γε μὴ ἠθέλησεν εἰρηνικῶς ὑπὸ τοῦ συνειδότος διακριθῆναι, πάντα μὲν τὸν δῆμον πάντας δὲ τοὺς συμμάχους ἐλπίσαι διὰ τοῦτο προσθήσεσθαι.
ἀλλὰ νῦν, ἄν γε καὶ τοιαῦτα ποιῶμεν, οὔτʼ αὐτὸς ἐπιτήδειόν τι ἕξω προΐσχεσθαι οὔτε ἐκείνοις ἀνεπιεικὲς a)nepieike\s Rk., a)\n e)pieike\s L. ἐγκαλέσαι. δεῖ δὲ δὴ καὶ τοῦ δικαίου πᾶσαν ἡμᾶς πρόνοιαν ποιεῖσθαι· μετὰ μὲν γὰρ τούτου καὶ ἡ παρὰ τῶν ὅπλων ἰσχὺς εὔελπίς ἐστιν, ἄνευ δʼ ἐκείνου βέβαιον οὐδέν, κἂν παραυτίκα τις κατορθώσῃ τι, ἔχει.
καὶ ὅτι ταῦθʼ οὕτω πέφυκε, καὶ ὑμῶν οἱ πλείους ἐπίστανται· πάντα γοῦν τὰ προσήκοντα ἀπαράκλητοι a)para/klhtoi R. Steph., a)para/blhtoi L. πράττετε. ὅθεν που καὶ ἐγὼ συνεκάλεσα ὑμᾶς, ἵνα καὶ μάρτυρας καὶ ἐπόπτας τῶν τε λεγομένων καὶ τῶν tw=n supplied by Bk. πραττομένων ποιήσωμαι.
ἀλλʼ ὑμεῖς μὲν me\n supplied by Bk. οὐ τοιοῦτοί ἐστε, καὶ διὰ ταῦτα καὶ ἐπαινεῖσθε· ὀλίγοι δὲ δή τινες ὁρᾶτε ὅπως, πρὸς τῷ πολλὰ κεκακουργηκέναι καὶ μηδεμίαν αὐτῶν δίκην δεδωκέναι, καὶ προσεπαπειλοῦσιν ἡμῖν. οὐ μέντοι καὶ ἐγὼ οὔτʼ ἄλλως καλὸν εἶναι νομίζω ἄρχοντά τινα τῶν ἀρχομένων
ἡττᾶσθαι, οὔτʼ ἂν σωτήριόν τι γενέσθαι ποτέ, εἰ τὸ ταχθὲν ὑπηρετεῖν τινι κρατεῖν αὐτοῦ ἐπιχειρήσειεν. σκέψασθε δέ, ποῖος μὲν ἂν a)\n supplied by Bk. κόσμος οἰκίας γένοιτο, ἂν οἱ ἐν τῇ ἡλικίᾳ ὄντες τῶν πρεσβυτέρων καταφρονήσωσι, ποῖος δὲ διδασκαλείων, ἂν οἱ φοιτῶντες τῶν παιδευτῶν ἀμελήσωσι; τίς ὑγίεια νοσοῦσιν, ἂν μὴ πάντα τοῖς ἰατροῖς οἱ κάμνοντες πειθαρχῶσι, τίς δὲ ἀσφάλεια ναυτιλλομένοις, ἂν οἱ ναῦται τῶν κυβερνητῶν ἀνηκουστῶσι;
φύσει τε γὰρ ἀναγκαίᾳ τινὶ καὶ σωτηρίᾳ a)nagkai/a| tini\ kai\ swthri/a| Rk., a)nagkai=a/ tina kai\ swth/ria L. τὸ μὲν ἄρχειν ἐν τοῖς ἀνθρώποις τὸ δὲ ἄρχεσθαι τέτακται, καὶ ἀδύνατόν ἐστιν ἄνευ αὐτῶν καὶ ὁτιοῦν καὶ ἐφʼ ὁποσονοῦν διαγενέσθαι. προσήκει τε τῷ μὲν ἐπιστατοῦντί τινος ἐκφροντίζειν τε τὰ δέοντα καὶ ἐπιτάττειν, τῷ δὲ ὑποτεταγμένῳ πειθαρχεῖν τε ἀπροφασίστως καὶ ἐκπονεῖν τὸ
κελευόμενον· ἐξ οὗ καὶ μάλιστα τό τε ἔμφρον τοῦ ἄφρονος καὶ τὸ ἐπιστῆμον τοῦ ἀνεπιστήμονος ἐν παντὶ προτετίμηται.
οὕτω δὴ οὖν τούτων ἐχόντων οὐκ ἄν ποτε οὔτε συγχωρήσαιμί τι τούτοις τοῖς θορυβήσασιν
ἀναγκασθεὶς οὔτʼ ἂν ἐπιτρέψαιμι βιασθείς. ἢ τί μὲν ἀπό τε τοῦ Αἰνείου καὶ ἀπὸ τοῦ Ἰούλου γέγονα, τί δὲ ἐστρατήγησα, τί ὑπάτευσα, ἐπὶ τί δὲ ὑμᾶς τοὺς μὲν οἴκοθεν ἐξήγαγον τοὺς δʼ ὕστερον προσκατέλεξα, ἐπὶ τί τοσοῦτον ἤδη χρόνον τὴν
ἐξουσίαν τὴν ἀνθύπατον ἔχω λαβών, ἄν γε δουλεύσω τινὶ ὑμῶν καὶ νικηθῶ τινος ὑμῶν ἐνταῦθα ἐν τῇ Ἰταλίᾳ, πρὸς τὴν Ῥώμην, διʼ οὗ ou(= “N” in Reimar's ed., w(=n L. καὶ Γαλάτας ἐχειρώσασθε καὶ Βρεττανῶν
ἐκρατήσατε; τί δείσας καὶ τί φοβηθείς; μή μέ τις ὑμῶν ἀποκτείνῃ; ἀλλʼ εἰ μέν πάντες ταῦτʼ ἐφρονεῖτε, ἑκὼν ἂν ἀποθανεῖν εἱλόμην ἢ τό τε ἀξίωμα τῆς ἡγεμονίας καταλῦσαι καὶ τὸ φρόνημα
τὸ τῇ προστατείᾳ προσῆκον ἀπολέσαι· πολὺ γάρ που πλείω πόλει κινδυνεύεται τοῦ ἕνα ἄνδρα ἀδίκως ἀποθανεῖν, ἂν ἐθισθῶσιν οἱ στρατιῶται τοῖς τε στρατηγοῖς σφων προστάττειν τινὰ καὶ τὰ δίκαια
τὰ τῶν νόμων ἐν ταῖς χερσὶ ποιεῖσθαι. ἀλλὰ τοῦτο μὲν οὐδὲ ἐπηπείληκέ τις αὐτῶν (καὶ γὰρ ἂν καὶ παραχρῆμα εὖ οἶδʼ ὅτι πρὸς ὑμῶν τῶν ἄλλων ἀπέσφακτὀ, τὴν δὲ δὴ στρατείαν ὡς κεκμηκότες ἐξίστανται καὶ τὰ ὅπλα ὡς καὶ πεπονημένοι κατατίθενται, καὶ πάντως, ἄν γε μὴ παρʼ ἑκόντος μου τούτου τύχωσι, καὶ τὴν τάξιν ἐκλείψουσι e)klei/yousi R. Steph., e)klei/ywsi L. καὶ πρὸς τὸν Πομπήιον μεταστήσονται· ἅπερ που καὶ kai\ added by R. Steph. παραδηλοῦσί
τινες. καὶ τίς μὲν οὐκ ἂν ἐθελήσειε τοιούτων ἀνθρώπων στερηθῆναι, τίς δʼ οὐκ ἂν εὔξαιτο τοιούτους ἐκείνῳ στρατιώτας ὑπάρξαι, οἵτινες μήτε τοῖς διδομένοις ἀρκοῦνται μήτε τοῖς προσταττομένοις πείθονται, ἀλλʼ ἐν ἡλικίᾳ γῆρας καὶ ἐν ἰσχύι ἀσθένειαν προβαλλόμενοι δεσπόζειν τε τῶν ἀρχόντων καὶ τυραννεῖν τῶν ἡγουμένων
σφῶν ἀξιοῦσιν; ἐγὼ γὰρ μυριάκις ἂν καὶ πρὸς τὸν Πομπήιον ὁπωσδήποτε καταλλαγῆναι καὶ ἄλλο ὁτιοῦν παθεῖν ἑλοίμην ἤ τι ἀνάξιον τοῦ τε πατρίου φρονήματος καὶ τῆς ἐμαυτοῦ προαιρέσεως
πρᾶξαι. ἢ h)\ added by Oddey. ἀγνοεῖτε ὅτι οὔτε δυναστείας οὔτε πλεονεξίας ἐπιθυμῶ, οὐδέ μοι πρόκειται πάντως τι καὶ ἐκ παντὸς τρόπου καταπρᾶξαι, ὥστε τι ἐπὶ τούτῳ καὶ ψεύσασθαι καὶ θωπεῦσαι καὶ κολακεῦσαί τινας; παύσασθε μὲν δὴ διὰ ταῦτα τῆς στρατείας, ὦ τί ἂν ὑμᾶς ὀνομάσαιμι; οὐ μέντοι ὡς καὶ αὐτοὶ καὶ βούλεσθε καὶ φατέ, ἀλλʼ ὡς τῷ κοινῷ καὶ ἐμοὶ συμφέρει.”
Ταῦτʼ εἰπὼν ἐκλήρωσεν αὐτοὺς ἐπὶ θανάτῳ, καὶ τοὺς μὲν θρασυτάτους (οὗτοι γὰρ ἐκ παρασκευῆς ἔλαχονʼ ἐδικαίωσε, e)dikai/wse Reim., e)di/wce L. τοὺς δʼ ἄλλους ὡς οὐδέν σφων δεόμενος διῆκε. καὶ ἐκεῖνοι μὲν μετανοήσαντες ἐφʼ οἷς ἔπραξαν
ἀναστρατεύεσθαι ἔμελλον· ἐν ὁδῷ δὲ ἔτʼ ὄντος αὐτοῦ Μᾶρκος Αἰμίλιος Λέπιδος, οὗτος ὁ καὶ ἐν τῇ τριαρχίᾳ triarxi/a| Xiph., trihrarxi/ai L. ὕστερον γενόμενος, τῷ τε δήμῳ συνεβούλευσε στρατηγῶν δικτατορα τὸν Καίσαρα προχειρίσασθαι καὶ εὐθὺς εἶπεν αὐτὸν παρὰ τὰ
πάτρια. καὶ ὃς ὑπέστη μὲν τὴν ἀρχήν, ἐπειδὴ πρῶτον ἐς τὴν πόλιν ἐσῆλθεν, οὐ μέντοι καὶ φοβερὸν οὐδὲν ἐν αὐτῇ ἔπραξεν, ἀλλὰ τοῖς τε ἐκπεπτωκόσι κάθοδον πᾶσι πλὴν τοῦ Μίλωνος ἔδωκε, καὶ τὰς ta\s Leuncl., ta\ L. ἐς νέωτα ἀρχὰς ἀπέδειξεν (ἐς γὰρ τὸ παρὸν τότε οὐδένα ἀντὶ τῶν ἀπόντων
ἀνθείλοντο· καίτοι μηδενὸς ἀγορανόμου ἐπιδημοῦντος οἱ δήμαρχοι πάντα τὰ ἐπιβάλλοντα αὐτοῖς διήγαγονʼ, ἱερέας τε ἀντὶ τῶν ἀπολωλότων ἀντικατέστησεν, οὐ πάντα τὰ κατʼ αὐτοὺς ἐν τῷ τοιούτῳ νενομισμένα τηρήσας, καὶ τοῖς Γαλάταις τοῖς ἐντὸς τῶν Ἄλπεων ὑπὲρ τὸν Ἠριδανὸν οἰκοῦσι τὴν πολιτείαν, ἅτε καὶ ἄρξας αὐτῶν,
ἀπέδωκε. ποιήσας δὲ ταῦτα καὶ τὸ ὄνομα τῆς δικτατορίας ἀπεῖπε· τὴν γὰρ δὴ δύναμιν τό τε ἔργον αὐτῆς καὶ πάνυ ἀεὶ διὰ χειρὸς ἔσχε. τῇ τε γὰρ παρὰ τῶν ὅπλων ἰσχύι ἐχρῆτο, καὶ προσέτι καὶ ἐξουσίαν ἔννομον δή τινα παρὰ τῆς ἐκεῖ βουλῆς προσέλαβε· πάντα γὰρ μετὰ ἀδείας ὅσα ἂν βουληθῇ πράττειν οἱ ἐπετράπη.