Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 41

41.2 δὲ δὴ τὴν Ἀφρικὴν περαιωθεὶς ἀπώλετο. ὁ μὲν γὰρ Καῖσαρ ὁ Λούκιος τὴν Ἀσπίδα τὴν πόλιν, ἐν ᾗ κατὰ τύχην ἄλλως ἦν, πρὸς τὸν ἐπίπλουν αὐτοῦ ἐξέλιπε, καὶ Πούπλιος Ἄττιος Οὐᾶρος ὁ τὰ o( ta\ Leuncl., o(/ti L. ἐκεῖ πράγματα τότε ἔχων καὶ στρατιώτας συχνοὺς καὶ πλοῖα συχνὰ ploi=a suxna\ Jacoby, po/leis kai\ L. ἡττηθεὶς ὑπʼ αὐτοῦ
41.3 ἀπέβαλεν· ὁ δὲ δὴ Ἰόβας Ἰεμψοῦ τε παῖς ὢν καὶ τῶν Νομάδων βασιλεύων, τά τε τοῦ Πομπηίου ὡς καὶ τὰ τοῦ δήμου τῆς τε βουλῆς προτιμῶν, καὶ τὸν Κουρίωνα διά τε τοῦτο, καὶ ὅτι τήν τε βασιλείαν αὐτοῦ δημαρχῶν ἀφελέσθαι καὶ τὴν th\n Rk., th/n te L. χώραν δημοσιῶσαι ἐπεχείρησε, μισῶν,
41.4 ἰσχυρῶς αὐτῷ προσεπολέμησεν. οἴκαδε μὲν γὰρ ἐς τὴν Νουμιδίαν οὐκ ἀνέμεινεν αὐτὸν ἐσβαλεῖν, πολιορκοῦντι δέ οἱ Οὐτικὴν παντὶ μὲν ἅμα τῷ στρατῷ οὐ προσέμιξε, φοβηθεὶς μὴ καὶ προπυθόμενος ἐξαναχθείη (οὐ γάρ που pou Bk., pw L. ἀπώσασθαι αὐτὸν μᾶλλόν τι ἢ τιμωρήσασθαι ἐπεθύμεἰ,
41.5 ὀλίγους δέ τινας προπέμψας, καὶ προφημίσας ὡς αὐτὸς ἄλλοσέ ποι καὶ πόρρω γε ἀπεληλυθὼς εἴη, ἐφέσπετό τέ σφισι καὶ οὐ διήμαρτεν ὧν
42.1 ἤλπισεν. ὁ γὰρ Κουρίων πρότερον μέν, ὡς καὶ αὐτοῦ ἐκείνου προσιόντος, ἔς τε τὸ στρατόπεδον τὸ πρὸς τῇ θαλάσσῃ ὂν μετέστη, καὶ γνώμην ἐποιεῖτο τῶν τε νεῶν, ἂν βιάζηται, ἐπιβῆναι καὶ
42.2 τὴν Ἀφρικὴν παντελῶς ἐκλιπεῖν· ἐπεὶ δὲ ὀλίγους τέ τινας καὶ τούτους ἄνευ τοῦ Ἰόβου ἀφικνεῖσθαι ἐπύθετο, ἐθάρσησε, καὶ εὐθὺς τῆς νυκτὸς ὡς καὶ ἐφʼ ἕτοιμον νίκην, μὴ καὶ διαφύγωσιν αὐτόν, ἄρας ἐπορεύετο, καί τινας τῶν προδρόμων καθεύδοντας ἐν τῇ ὁδῷ φθείρας πολὺ προθυμότερος ἐγένετο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi