Kitap 41
34.4
ἐκρατήσατε; τί δείσας καὶ τί φοβηθείς; μή μέ τις ὑμῶν ἀποκτείνῃ; ἀλλʼ εἰ μέν πάντες ταῦτʼ ἐφρονεῖτε, ἑκὼν ἂν ἀποθανεῖν εἱλόμην ἢ τό τε ἀξίωμα τῆς ἡγεμονίας καταλῦσαι καὶ τὸ φρόνημα
34.5
τὸ τῇ προστατείᾳ προσῆκον ἀπολέσαι· πολὺ γάρ που πλείω πόλει κινδυνεύεται τοῦ ἕνα ἄνδρα ἀδίκως ἀποθανεῖν, ἂν ἐθισθῶσιν οἱ στρατιῶται τοῖς τε στρατηγοῖς σφων προστάττειν τινὰ καὶ τὰ δίκαια
35.1
τὰ τῶν νόμων ἐν ταῖς χερσὶ ποιεῖσθαι. ἀλλὰ τοῦτο μὲν οὐδὲ ἐπηπείληκέ τις αὐτῶν (καὶ γὰρ ἂν καὶ παραχρῆμα εὖ οἶδʼ ὅτι πρὸς ὑμῶν τῶν ἄλλων ἀπέσφακτὀ, τὴν δὲ δὴ στρατείαν ὡς κεκμηκότες ἐξίστανται καὶ τὰ ὅπλα ὡς καὶ πεπονημένοι κατατίθενται, καὶ πάντως, ἄν γε μὴ παρʼ ἑκόντος μου τούτου τύχωσι, καὶ τὴν τάξιν ἐκλείψουσι e)klei/yousi R. Steph., e)klei/ywsi L. καὶ πρὸς τὸν Πομπήιον μεταστήσονται· ἅπερ που καὶ kai\ added by R. Steph. παραδηλοῦσί
35.2
τινες. καὶ τίς μὲν οὐκ ἂν ἐθελήσειε τοιούτων ἀνθρώπων στερηθῆναι, τίς δʼ οὐκ ἂν εὔξαιτο τοιούτους ἐκείνῳ στρατιώτας ὑπάρξαι, οἵτινες μήτε τοῖς διδομένοις ἀρκοῦνται μήτε τοῖς προσταττομένοις πείθονται, ἀλλʼ ἐν ἡλικίᾳ γῆρας καὶ ἐν ἰσχύι ἀσθένειαν προβαλλόμενοι δεσπόζειν τε τῶν ἀρχόντων καὶ τυραννεῖν τῶν ἡγουμένων
35.3
σφῶν ἀξιοῦσιν; ἐγὼ γὰρ μυριάκις ἂν καὶ πρὸς τὸν Πομπήιον ὁπωσδήποτε καταλλαγῆναι καὶ ἄλλο ὁτιοῦν παθεῖν ἑλοίμην ἤ τι ἀνάξιον τοῦ τε πατρίου φρονήματος καὶ τῆς ἐμαυτοῦ προαιρέσεως