Kitap 41
3.2
ἰδόντες δὲ τοῦτʼ ἐκεῖνοι τὰ μὲν πρῶτα ἀντέπραττον, ἔπειτα δὲ φοβηθέντες, ἄλλως τε καὶ ἐπειδὴ ὁ Λέντουλος ὑπεξελθεῖν σφισι πρὶν τὰς ψήφους διενεχθῆναι παρῄνεσεν, εἶπόν τε πολλὰ καὶ ἐμαρτύραντο, κἀκ τούτου μετὰ τοῦ Κουρίωνος καὶ μετὰ τοῦ Καιλίου ἀπῆραν πρὸς τὸν Καίσαρα, βραχὺ φροντίσαντες ὅτι ἐκ τοῦ βουλευτικοῦ διεγράφησαν.
3.3
τότε μὲν οὖν τοῦτʼ ἐγνώσθη, καὶ τοῖς ὑπάτοις ταῖς τε ἄλλαις ἀρχαῖς ἡ φυλακὴ τῆς πόλεως, ὥσπερ που εἰώθει γίγνεσθαι, ἐπετράπη· ὕστερον δὲ ἔξω τοῦ πωμηρίου πρὸς αὐτὸν τὸν Πομπήιον ἐλθόντες ταραχήν τε εἶναι ἔγνωσαν,
3.4
καὶ ἐκείνῳ μὲν καὶ τὰ χρήματα καὶ στρατιώτας ἔδωκαν, τὸν δὲ δὴ Καίσαρα τήν τε ἀρχὴν τοῖς διαδόχοις παραδοῦναι καὶ τὰ στρατεύματα ἐντὸς ῥητῆς ἡμέρας ἀφεῖναι, ἢ πολέμιον ὡς καὶ τἀναντία τῇ πατρίδι ποιοῦντα εἶναι ἐψηφίσαντο.
4.1
πυθόμενος οὖν ταῦτα ἐκεῖνος ἔς τε Ἀρίμινον ἦλθεν, ἔξω τῆς ἑαυτοῦ ἀρχῆς τότε πρῶτον προχωρήσας, καὶ συναγαγὼν τοὺς στρατιώτας ἐκέλευσε τόν τε Κουρίωνα καὶ τοὺς ἄλλους τοὺς μετʼ αὐτοῦ ἐλθόντας σφίσι τὰ πραχθέντα διηγήσασθαι. γενομένου δὲ τούτου προσπαρώξυνεν
4.2
αὐτούς, ἐπειπὼν ὅσα ὁ καιρὸς ἀπῄτει. καὶ μετὰ τοῦτο ἄρας ἐπʼ αὐτὴν ἄντικρυς τὴν Ῥώμην ἤλασε, πάσας τὰς ἐν ποσὶ πόλεις ἀμαχεὶ προστιθέμενος, τῶν φρουρῶν τῶν μὲν ἐκλειπόντων αὐτὰς ἀσθενείᾳ, τῶν δὲ τὰ ἐκείνου ἀνθαιρουμένων. αἰσθόμενος δὲ τοῦτο ὁ Πομπήιος, καὶ ἅμα καὶ τὴν διάνοιαν αὐτοῦ πᾶσαν παρὰ τοῦ Λαβιήνου μαθών,