Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 41

30.1 συγγενὲς ἀλλοτριοῦταἰ, ἀπολογήσασθε a)pologh/sasqe R. Steph., a)pologh/sasqai L. δὲ ὑπὲρ ὑμῶν αὐτῶν. ἀνάγκη γὰρ καὶ ἡμᾶς διʼ αὐτοὺς πάντας κακῶς ἀκούειν, καὶ εἰ μηδὲν ἀδικοῦμεν· a)dikou=men Pflugk, a)dikw=men L. πᾶς γάρ τις πυνθανόμενος τό τε πλῆθος. ἡμῶν καὶ τὴν ὁρμήν, ἐς πάντας ἡμᾶς καὶ τὰ τοῖς ὀλίγοις πλημμελούμενα ἀναφέρει, καὶ οὕτω τῶν πλεονεξιῶν οὐ συμμετέχοντες αὐτοῖς τῶν ἐγκλημάτων τὸ ἴσον
30.2 φερόμεθα. τίς γὰρ ἂν οὐκ ἀγανακτήσειεν ἀκούων ὄνομα μὲν ἡμᾶς Ῥωμαίων ἔχοντας, ἔργα δὲ Κελτῶν δρῶντας; τίς δʼ οὐκ ἂν ὁρῶν ὀδύραιτο o)du/raito H. Steph., w)du/reto L. τὴν Ἰταλίαν ὁμοίως τῇ Βρεττανίᾳ πορθουμένην; πῶς δʼ οὐ δεινὸν τὰ μὲν τῶν Γαλατῶν τῶν καταπολεμηθέντων μηκέθʼ ἡμᾶς λυπεῖν, τὰ δὲ ἐντὸς τῶν Ἄλπεων ὥς τινας Ἠπειρώτας ἢ Καρχηδονίους ἢ
30.3 Κίμβρους πορθεῖν; πῶς δʼ οὐκ αἰσχρὸν σεμνύνεσθαι μὲν ἡμᾶς καὶ λέγειν ὅτι ἡμεῖς πρῶτοι Ῥωμαίων καὶ τὸν Ῥῆνον διέβημεν καὶ τὸν ὠκεανὸν ἐπλεύσαμεν, τὴν δὲ οἰκείαν ἀπαθῆ κακῶν ἀπὸ τῶν πολεμίων οὖσαν διαρπάσαι, καὶ ἀντὶ μὲν ἐπαίνου μέμψιν, ἀντὶ δὲ τιμῆς ἀτιμίαν, ἀντὶ δὲ κερδῶν ζημίας, ἀντὶ δὲ ἄθλων τιμωρίας λαβεῖν;
31.1 μὴ γάρ τοι νομίσητε μήθʼ, ὅτι στρατεύεσθε, κρείττους παρὰ τοῦτο τῶν οἴκοι πολιτῶν εἶναι· Ῥωμαῖοι γάρ ἐστε ἀμφότεροι, καὶ ὁμοίως ὑμῖν καὶ ἐκεῖνοι καὶ ἐστρατεύσαντο καὶ στρατεύσονται· μήθʼ, ὅτι ὅπλα ἔχετε, ἐξεῖναι ὑμῖν κακουργεῖν· οἵ τε γὰρ νόμοι κυριώτεροι ὑμῶν εἰσιν, καὶ πάντως

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi