Kitap 41
26.1
καὶ στρατιωτῶν τινων ἐν Πλακεντίᾳ στασιασάντων καὶ μηκέτʼ ἀκολουθῆσαί οἱ ἐθελόντων, πρόφασιν μὲν ὡς τεταλαιπωρημένων, τὸ δʼ ἀληθὲς ὅτι μήτε τὴν χώραν διαρπάζειν μήτε τἆλλα ὅσα ἐπεθύμουν ποιεῖν αὐτοῖς ἐπέτρεπε (καὶ γὰρ ἤλπιζον οὐδενὸς ὅτου o(/tou Bk., o(/tou ou)=n L. οὐ τεύξεσθαι παρʼ αὐτοῦ ἅτε καὶ ἐν χρείᾳ τοσαύτῃ σφῶν
26.2
ὄντοσʼ, οὐχ ὑπεῖξεν, ἀλλὰ συγκαλέσας καὶ ἐκείνους καὶ τοὺς ἄλλους, τῆς τε παρʼ αὐτῶν ἀσφαλείας ἕνεκα, καὶ ἵνα τῶν τε λεγομένων ἀκούσαντες καὶ τοὺς κολαζομένους ἰδόντες μηδὲν ἔξω τῶν καθηκόντων ἐθελήσωσι e)qelh/swsi R. Steph., e)qelh/sousi L. πρᾶξαι, ἔλεξε τάδε.
27.1
“ἐγώ, ὦ ἄνδρες στρατιῶται, βούλομαι μὲν φιλεῖσθαι ὑφʼ ὑμῶν, οὐ μέντοι καὶ συνεξαμαρτάνειν ἂν ὑμῖν διὰ τοῦθʼ ἑλοίμην· ἀγαπῶ τε γὰρ ὑμᾶς, καὶ ἐθέλοιμʼ ἄν, ὡς πατὴρ παῖδας,
27.2
καὶ σώζεσθαι καὶ εὐθενεῖν eu)qenei=n Dind., eu)qhnei=n Rk., eu)qu/nein L. καὶ εὐδοξεῖν. μὴ γάρ τοι νομίσητε φιλοῦντος ἔργον εἶναι τὸ συγχωρεῖν τισιν ἃ μὴ προσήκει πράττειν, ἐξ ὧν καὶ κινδύνους καὶ ἀδοξίας ἀνάγκη πᾶσα αὐτοῖς συμβαίνειν, ἀλλὰ τό τε τὰ ἀμείνω αὐτοὺς διδάσκειν καὶ τὸ τῶν χειρόνων ἀπείργειν καὶ νουθετοῦντα
27.3
καὶ σωφρονίζοντα. γνώσεσθε δὲ ὅτι τἀληθῆ λέγω, ἂν μήτε πρὸς τὸ αὐτίκα ἡδὺ τὸ συμφέρον κρίνητε μᾶλλον ἢ πρὸς τὸ ἀεὶ ὠφέλιμον, μήτε τὸ τὰς ἐπιθυμίας ἐκπιμπλάναι γενναῖον μᾶλλον ἢ τὸ κρατεῖν αὐτῶν νομίσητε εἶναι. αἰσχρὸν μὲν γὰρ παραχρῆμά τι ἡσθέντας ὕστερον μεταγνῶναι, δεινὸν δὲ τὸ τῶν πολεμίων κρατοῦντας ἡδονῶν τινων ἡττᾶσθαι.