Kitap 41
24.3
Πομπηίῳ ἐτεταμιεύκει ἦν· h)=n supplied by Reim. and Dind. αὐτὸς δὲ μέχρι Ταρράκωνος *tarra/kwnos Bs., *tarrakw/nhs L. πλοίοις ἐκομίσθη. ἐντεῦθεν δὲ διὰ τοῦ Πυρηναίου προχωρῶν τρόπαιον μὲν οὐδὲν ἐπʼ αὐτοῦ ἔστησεν, ὅτι μηδὲ mhde\ Rk., mh/te L. τὸν Πομπήιον καλῶς ἀκούσαντα ἐπὶ τούτῳ ᾔσθετο, βωμὸν δὲ δὴ ἐκ e)k added by Reim. λίθων ξεστῶν συνῳκοδομημένον μέγαν οὐ πόρρω τῶν ἐκείνου τροπαίων ἱδρύσατο.
25.1
ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, οἱ Μασσαλιῶται νεῶν σφισι παρὰ τοῦ Πομπηίου αὖθις πεμφθεισῶν ἀνεκινδύνευσαν. καὶ ἡττήθησαν μὲν καὶ τότε, διεκαρτέρουν δέ, καίτοι καὶ τὴν Ἰβηρίαν ἤδη
25.2
τὸν Καίσαρα ἔχοντα πυνθανόμενοι, καὶ τάς τε προσβολὰς ἰσχυρῶς ἀπεκρούοντο, καὶ διοκωχήν diokwxh/n Dind., diakwxh/n L. τινα ὡς καὶ τῷ Καίσαρι, ἐπειδὰν ἔλθῃ, προσχωρήσοντες ποιησάμενοι, poihsa/menoi H. Steph., poihso/menoi L. τόν τε Δομίτιον ὑπεξέπεμψαν, καὶ τοὺς στρατιώτας ἐπιθεμένους σφίσιν ἐν ταῖς σπονδαῖς νυκτὸς οὕτω διέθεσαν ὥστε
25.3
μηδὲν ἔτι τολμῆσαι. τῷ μέντοι Καίσαρι αὐτῷ ἐλθόντι e)lqo/nti Rk., e)qelonti\ L. ὡμολόγησαν· καὶ ὃς ἐκείνων τότε μὲν τά τε ὅπλα καὶ τὰς ναῦς τά τε χρήματα ἀφείλετο, ὕστερον δὲ καὶ τὰ λοιπὰ πάντα πλὴν τοῦ τῆς ἐλευθερίας ὀνόματος. ἀνθʼ ὧν ἡ Φώκαια *fw/kaia R. Steph., fwke/a L. ἡ h( added by Bk. μητρόπολίς σφων ἐλευθέρα ὑπὸ τοῦ Πομπηίου ἀφείθη.