Kitap 41
20.6
καί ποτε διαβάντων τινῶν ἐς τὰ ἐπέκεινα τοῦ ποταμοῦ, κἀν τούτῳ χειμῶνός τε πολλοῦ γενομένου καὶ τῆς γεφύρας ᾗ ἐκέχρηντο διαφθαρείσης, ἐπιδιέβησαν κατὰ τὴν ἑτέραν γέφυραν τὴν πρὸς τῇ πόλει οὖσαν καὶ πάντας αὐτοὺς ἀνάλωσαν, μηδενός σφισιν ἐπαμῦναι δυνηθέντος.
21.1
ὁ οὖν Καῖσαρ, ὡς ταῦτʼ ἐγίγνετο καὶ οὔτε τῶν συμμάχων τις ἐπεκούρει οἱ (ἐκδεχόμενοι γὰρ αὐτοὺς οἱ ἐναντίοι, ὡς ἑκάστους αἴσθοιντο προσιόντας, Lacuna recognized by Xyl.) τά τʼ t' added by Xyl. ἐπιτήδεια, ἅτε a(/te Rk., te L. ἔν τε ἀλλοτρίᾳ ὢν καὶ πταίων, χαλεπῶς ἐπορίζετο,
21.2
ἐν παντὶ ἐγένετο. πυνθανόμενοι δὲ ταῦθʼ οὶ ἐν οἴκῳ Ῥωμαῖοι ἐκείνου τε ὡς οὐκέτι πλείω χρόνον περιοίσοντος perioi/sontos R. Steph., perioi/sonto L. ἀπέγνωσαν καὶ πρὸς τὸν Πομπήιον ἀπέκλινον· καί τινες καὶ τότε πρὸς
21.3
αὐτὸν ἄλλοι τε καὶ βουλευταὶ ἀπῆραν. καὶ εἴγε μὴ οἱ Μασσαλιῶται ἐν τούτῳ ναυμαχίᾳ πρὸς τοῦ Βρούτου τῷ τε μεγέθει τῶν νεῶν αὐτοῦ καὶ τῇ ῥώμῃ τῶν ἐπιβατῶν, καίπερ καὶ τῷ Δομιτίῳ συμμάχῳ χρώμενοι καὶ τῇ ἐμπειρίᾳ τῶν ναυτικῶν προέχοντες, ἡττήθησαν κἀκ τούτου παντελῶς ἀπεκλείσθησαν, οὐδὲν ἂν ἐκώλυσε πάντα
21.4
τὰ πράγματα αὐτοῦ φθαρῆναι. νῦν δὲ ἐπὶ τὸ μεῖζον ἐκ παρασκευῆς τοῖς Ἴβηρσιν ἀγγελθέντα ταῦτα οὕτως ἠλλοίωσέ τινας αὐτῶν ὥστε καὶ τὰ τοῦ Καίσαρος φρονῆσαι. καὶ αὐτοὺς παραλαβὼν τῆς τε τροφῆς ηὐπόρησε καὶ γεφύρας κατεσκεύασε, τοὺς τε ἐναντίους ἐλύπει, καί ποτε συχνοὺς αὐτῶν αἰφνίδιον ἐν τῇ χώρᾳ πλανωμένους ἀπολαβὼν ἀπώλεσεν.