Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 41

13.1 Πομπήιος μὲν οὖν τήν τε πατρίδα καὶ τὴν ἄλλην Ἰταλίαν οὕτως ἐξέλιπε πάντα τὰ ἐναντιώτατα τοῖς πρόσθεν, ὅτε ἐς αὐτὴν ἐκ τῆς Ἀσίας κατέπλευσε, καὶ ἑλόμενος καὶ πράξας· ἀφʼ ὧνπερ καὶ τὴν τύχην καὶ τὴν δόξαν ἀντίπαλον
13.2 ἐκτήσατο. τά τε γὰρ στρατόπεδα πρότερον εὐθὺς ἐν τῷ Βρεντεσίῳ, ἵνα μή τι τοὺς πολίτας λυπήσῃ, ἀφείς, ἕτερα διʼ αὐτοῦ τότε ἐκ τῆς Ἰταλίας ἐπʼ αὐτοὺς ἐξήγαγε· καὶ τοὺς πλούτους τῶν βαρβάρων ἐς τὴν Ῥώμην ἀγαγών, πάνθʼ
13.3 ὅσα ἠδυνήθη τότε ἐξ αὐτῆς ἑτέρωσε e(te/rwse R. Steph., e(te/rws L. ἐκόμισε· καὶ τῶν μὲν οἴκοι πάντων ἀπέγνω, τοῖς δʼ ἀλλοτρίοις καὶ τοῖς γε ὑφʼ ἑαυτοῦ ποτε δουλωθεῖσι συμμάχοις κατὰ τῆς πατρίδος χρήσασθαι ἐνόει, καὶ ἐν αὐτοῖς πολὺ πλείω ἐλπίδα καὶ τῆς σωτηρίας καὶ τῆς δυναστείας ἢ ἐν e)n added by Bk. τοῖς εὐεργετηθεῖσιν
13.4 ἐποιεῖτο. καὶ διὰ ταῦτα ἀντὶ μὲν τῆς λαμπρότητος ἣν ἐκ τῶν πολέμων ἐκείνων κτησάμενος ἀφίκετο, ταπεινότητα πρὸς τὸν παρὰ τοῦ Καίσαρος φόβον ἀντιλαβὼν ἀπῆρεν, ἀντὶ δὲ τῆς εὐκλείας ἣν ἐκ τοῦ τὴν πατρίδα αὐξῆσαι ἔσχεν, δυσκλεέστατος ἐπὶ τῇ τότε ἐκλείψει αὐτῆς ἐγένετο.
14.1 καὶ εὐθύς γε καταίρων ἐς τὸ Δυρράχιον ἔμαθεν ὅτι οὐ καλῶς ἀπαλλάξει· a)palla/cei Rk., a)palla/ceien L. στρατιώτας τε γὰρ κεραυνοὶ ἐν αὐτῷ τῷ πρόσπλῳ ἔφθειραν, καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ ἀράχναι κατέσχον, ἐκβάντος τε ἐκ τῆς νεὼς αὐτοῦ ὄφεις τὸν στίβον

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi