Kitap 41
9.4
παρῆσαν. καὶ μετὰ τοῦτο οἱ μὲν ἐξωρμῶντο, οἱ δὲ προέπεμπόν σφας· ἄλλοι τε ἐνεχρόνιζον καὶ πρὸς τῶν γνωρίμων κατείχοντο, καί τινες περιβάλλοντες ἀλλήλους ἐπὶ πλεῖστον συνηρτῶντο. ἀκολουθοῦντές τε τοῖς ἐξορμωμένοις οἱ ὑπομένοντες ἐπὶ μακρότατον ἐπεβοῶντό τε ἅμα αὐτοὺς καὶ κατῴκτιζον, ἄγειν τέ σφας ἢ καὶ
9.5
ἐκείνους οἴκοι μένειν ἀξιοῦντες ἐπεθείαζον. κἀν τούτῳ ὀλολυγὴ ἐφʼ ἑκάστῳ αὐτῶν πολλὴ καὶ παρὰ τῶν ἄλλων καὶ δάκρυα ἄπλετα ἐγίγνετο· τὴν μὲν γὰρ τοῦ κρείττονος ἐλπίδα ἥκιστα, ἅτε ἐν τοῖς τοιούτοις ὄντες, τὰ δὲ δὴ πάθη πρότερον μὲν οἱ καταλειπόμενοι ἔπειτα δὲ καὶ οἱ ἀφορμώμενοι
9.6
προσεδέχοντο. εἴκασε δʼ ἄν τις αὐτοὺς ἰδὼν δύο τε δήμους καὶ δύο πόλεις ἐκ μιᾶς γίγνεσθαι, καὶ τὴν μὲν ἀνίστασθαί τε καὶ φεύγειν, τὴν δὲ ἐγκαταλείπεσθαί τε καὶ ἁλίσκεσθαι.
9.7
Πομπήιος μὲν οὖν οὕτω τὸ ἄστυ ἐξέλιπεν, συχνοὺς τῶν βουλευτῶν ἐπαγόμενος (ὑπελείφθησαν γάρ τινες, οἱ μὲν τὰ τοῦ Καίσαρος φρονοῦντες, οἱ δὲ καὶ ἐκ μέσου ἀμφοῖν ἱστάμενοἰ, καὶ καταλόγους τε ἐκ τῶν πόλεων σπουδῇ ἐποιεῖτο καὶ χρήματα ἐξέλεγε, φρουράς τε ὡς ἑκασταχόσε
10.1
ἔπεμπε· Καῖσαρ δὲ ἐπειδὴ ταῦτα ἔμαθε, πρὸς μὲν τὴν Ῥώμην οὐκ ἠπείχθη (ἆθλόν τε γὰρ αὐτὴν ᾔδει τοῖς κρατήσουσι προκειμένην, καὶ οὐκ ἐπʼ ἐκείνην ὡς καὶ πολεμίαν οἱ οὖσαν, ἀλλʼ ἐπὶ τοὺς ἀντιστασιώτας ὑπὲρ αὐτῆς δῆθεν