Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

9.2 ἱππέα. τῷ μὲν γὰρ οἰκέτῃ τῷ τοῦ tou= added by R. Steph. Νερουίου, καίτοι πεῖραν ἔργῳ τῆς εὐνοίας αὐτοῦ λαβών, οὐκ ἐπίστευσε, μὴ καὶ τοὺς πατριώτας ἐλεήσας μέγα τι κακόν σφας ἐξεργάσηται· ἐκ δὲ δὴ τῶν συμμάχων ἱππέα τήν τε διάλεκτον αὐτῶν εἰδότα καὶ τῇ στολῇ τῇ ἐκείνων σκευασθέντα
9.3 ἔπεμψε. καὶ ὅπως γε μηδʼ αὐτός τι μήτʼ οὖν ἐθελοντὴς μήτʼ ἄκων ἐξείπῃ, οὔτε τι αὐτῷ ἐξελάλησε, καὶ τῷ Κικέρωνι πάνθʼ ὅσα ἠβουλήθη ἑλληνιστὶ ἐπέστειλεν, ἵνα ἂν καὶ τὰ γράμματα ἁλῷ, ἀλλʼ ἀσύνετά γε καὶ τότε τοῖς βαρβάροις ὄντα μηδέν σφας ἐκδιδάξῃ. εἰώθει δὲ καὶ ἄλλως, ὁπότε τι διʼ ἀπορρήτων τινὶ ἐπέστελλε, τὸ τέταρτον ἀεὶ στοιχεῖον ἀντὶ τοῦ καθήκοντος ἀντεγγράφειν, ὅπως ἂν
9.4 ἄγνωστα τοῖς πολλοῖς ᾖ τὰ γραφόμενα. ὁ δʼ οὖν ἱππεὺς ἦλθε μὲν πρὸς τὸ τῶν Ῥωμαίων στρατόπεδον, μὴ δυνηθεὶς δʼ ἐγγύθεν αὐτῷ προσμῖξαι συνέδησε τὰ γράμματα ἀκοντίῳ, καὶ ὡς ἱεὶς w(s i(ei\s Polak, w)/sas L. αὐτὸ ἐς τοὺς πολεμίους πρὸς πύργον ἐξεπίτηδες προσέπηξε. καὶ ὁ μὲν Κικέρων οὕτω τὴν πρόσοδον τοῦ Καίσαρος μαθὼν ἀνεθάρσησε καὶ προθυμότερον
10.1 διεκαρτέρησεν· οἱ δὲ δὴ βάρβαροι ἐπὶ πολὺ μὲν τὴν ἐπικουρίαν αὐτοῦ ἠγνόησαν (νυκτοπορῶν γὰρ ἔπειτα τὰς ἡμέρας ἐν ἀφανεστάτοις χωρίοις ηὐλίζετο, ὅπως ἀπροσδοκήτοις ὅτι μάλιστα αὐτοῖς προσμίξᾐ, ὀψὲ δέ ποτε ἐκ τῆς τῶν πολιορκουμένων περιχαρείας ὑποτοπήσαντες αὐτὴν προσκόπους ἔπεμψαν, καὶ μαθόντες παρʼ αὐτῶν πλησιάζοντα ἤδη τὸν Καίσαρα ὥρμησαν ἐπʼ αὐτὸν ὡς

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi