Kitap 40
7.3
ἀπετάφρευσεν. ἐγίγνοντο μὲν γὰρ καὶ μάχαι, οἷα ἐν τῷ τοιούτῳ εἰκὸς ἦν, συχναί, καὶ ἀπώλλυντο πολὺ πλείους τῶν βαρβάρων ἅτε καὶ πλείους ὄντες· οὐ μὴν ἀλλὰ αὐτοὶ μὲν ὑπὸ u(po\ R. Steph., peri\ L. τῆς περιουσίας τοῦ στρατοῦ οὐδὲ ἐν αἰσθήσει τοῦ φθειρομένου σφῶν ἦσαν, οἱ δὲ δὴ Ῥωμαῖοι μήτε ἄλλως πολλοὶ ὄντες καὶ ἐλάττους ἀεὶ γιγνόμενοι ῥᾳδίως περιεστοιχίσθησαν.
8.1
κινδυνευόντων οὖν αὐτῶν ἁλῶναι (οὔτε γὰρ τὰ τραύματα θεραπεύειν ἀπορίᾳ τῶν ἐπιτηδείων ἐδύναντο, οὔτε τὴν τροφὴν ἀφθόνως, ἅτε ἐν ἀδοκήτῳ πολιορκίᾳ, εἶχον· οὐδʼ ἐπήμυνέ τις αὐτοῖς, καίτοι πολλῶν οὐκ ἄπωθεν χειμαζόντων· οἱ γὰρ βάρβαροι τὰς ὁδοὺς ἀκριβῶς φυλάσσοντες πάντας τοὺς ἐκπεμπομένους σφῶν συνελάμβανον κἀν τοῖς ὀφθαλμοῖς αὐτῶν ἐφόνευονʼ
8.2
Νέρουιός τις εὐνοϊκῶς σφισιν ἐξ εὐεργεσίας ἔχων, καὶ τότε σὺν τῷ Κικέρωνι πολιορκούμενος, δοῦλόν τινα ἑαυτοῦ διάγγελον αὐτῷ παρέσχεν· ἔκ τε γὰρ τῆς σκευῆς καὶ ἐκ τῆς φωνῆς τῆς ἐπιχωρίας ἠδυνήθη λαθεῖν συγγενόμενος τοῖς πολεμίοις ὡς καὶ ἐξ αὐτῶν ὢν καὶ μετὰ τοῦτο ἀποχωρήσας.
9.1
μαθὼν οὖν ὁ Καῖσαρ τὸ γιγνόμενον (οὐδέπω δὲ ἐς τὴν Ἰταλίαν ἀπεληλύθει, ἀλλʼ ἔτʼ ἐν ὁδῷ ἦνʼ ἀνέστρεψε, καὶ τοὺς ἐν τοῖς χειμαδίοις, διʼ ὧν διῄει, στρατιώτας παραλαμβάνων ἠπείγετο. κἀν τούτῳ φοβηθεὶς μὴ καὶ φθάσῃ ὁ Κικέρων ἀπογνώσει τῆς βοηθείας δεινόν τι παθὼν ἢ καὶ συνθέμενος, προέπεμψεν