Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

64.2 περὶ αὐτοῦ προέθηκεν. ὁ οὖν Κουρίων τὸ μὲν πρῶτον ἠναντιοῦτο μηδεμίαν περὶ αὑτοῦ au(tou= Bk., au)tou= L. γνώμην δοθῆναι· γνοὺς δὲ τὸ πολὺ τῶν βουλευτῶν τῶν τότε παρόντων τοὺς μὲν καὶ φρονοῦντας ὄντως τὰ τοῦ Καίσαρος τοὺς δὲ πάνυ αὐτὸν δεδιότας,
64.3 ἐπέτρεψέ σφισι διαγνῶναι, τοσοῦτον ὑπειπὼν ὅτι σύνοιδα μὲν ἐμαυτῷ τά τε ἄριστα καὶ τὰ συμφορώτατα τῇ πατρίδι πράττοντι, ὑμῖν μέντοι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν παραδίδωμι χρήσασθαι ὅ τι βούλεσθε. κατηγορήσας οὖν αὐτοῦ ὁ Μάρκελλος ὡς καὶ πάντως ἁλωσομένου, ἔπειτʼ ἐπειδὴ
64.4 πρὸς τῶν πλειόνων ἀφείθη, δεινόν τε ἐποιήσατο καὶ ἐκπηδήσας ἐκ τοῦ συνεδρίου πρὸς τὸν Πομπήιον ἐν τῷ προαστείῳ ὄντα ἦλθε, καὶ τήν τε φυλακὴν αὐτῷ τῆς πόλεως καὶ δύο στρατόπεδα πολιτικά αὐτὸς καθʼ ἑαυτόν, μηδενὸς ἐψηφισμένου, ἔδωκεν. οἱ δὲ δὴ στρατιῶται οὗτοι ὧδέ τε καὶ ἐπὶ τῷδε tw=|de Leuncl., tw=i L.
65.1 συνειλεγμένοι καὶ παρόντες τότε ἦσαν. ὁ Πομπήιος πρότερον μέν, ἕως ἔτι τὸν Καίσαρα διὰ φιλίας εἶχε, στράτευμα ἓν τῶν ἐκ τοῦ καταλόγου αὐτῷ au)tw=| Xyl., au)tw=n L. στρατευομένῳ strateuome/nw| Rk., strateuome/nwn L. ἐδεδώκει e)dedw/kei Bk., de/dwken L. (οὔτε γὰρ οὗτος πόλεμόν τινα διεχείριζε, καὶ ἐκείνῳ χρεία στρατιωτῶν
65.2 ἐγένετὀ, ἐπεὶ δὲ διηνέχθησαν, ἐθελήσας τοῦτό τε ἀπολαβεῖν παρʼ αὐτοῦ καὶ ἔτι καὶ ἄλλο αὐτὸν προσαφελέσθαι ἐλογοποίησεν ὡς τοῦ Βιβούλου στρατιωτῶν πρὸς τοὺς Πάρθους δεομένου, καὶ ἵνα γε μὴ καινοὶ δή τινες κατάλογοι γένωνται (τό τε γὰρ πρᾶγμα κατεπείγειν καὶ περιουσίαν σφίσι στρατοπέδων εἶναι ἔλεγἐ, ψηφισθῆναι ἐποίησεν ὥστε ἑκάτερόν σφων, ἑαυτόν τε καὶ τὸν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi