Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

60.4 μέρος δώσειν ἔμελλε. καὶ οὐ μόνον γε ge H. Steph., te L. τοὺς ἐλευθέρους ἀλλὰ καὶ τοὺς δούλους τούς τι καὶ ὁπωσοῦν παρὰ τοῖς δεσπόταις σφῶν δυναμένους ἐθεράπευσε· καὶ συχνοὶ αὐτῷ καὶ ἐκ τούτου καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν ὑπῆρξαν.
61.1 ὁ δʼ οὖν Κουρίων ἐφρόνησε μὲν τὰ τοῦ Καίσαρος, οὐ μέντοι καὶ παραχρῆμα φανερῶς αὐτὰ πράττειν ἤρξατο· πρόφασίν τε γὰρ εὐπρεπῆ τοῦ μὴ καὶ ἑκὼν ἀλλὰ ἀναγκασθεὶς δὴ μεθεστηκέναι δόξαι ἐζήτει, καὶ ἐνόμισεν, ὅσῳ o(/sw| Rk., w(s L. ἂν ἐπὶ πλεῖον τοῖς ἐχθροῖς αὐτοῦ ὡς καὶ φίλος σφῶν συγγένηται, καὶ πλείω καὶ μείζω τῶν ἀπορρήτων αὐτῶν μαθήσεσθαι.
61.2 διʼ οὖν ταῦτα ἐπὶ μακρότατόν τε ἐπεκρύψατο, καὶ ὅπως μηδένα τρόπον ὑποπτευθῇ μεταβεβλῆσθαί τε καὶ οὐκ ἀνὰ πρώτους καὶ πάντα τὰ ἐναντία τῷ Καίσαρι καὶ τότε ἔτι καὶ φρονεῖν καὶ λέγειν, καὶ ἐδημηγόρει κατʼ αὐτοῦ ἀφʼ οὗ γε καὶ δημαρχεῖν ἤρξατο, καὶ ἐσηγεῖτο
61.3 πολλὰ καὶ ἄτοπα. καί τινα καὶ ἐπὶ τῇ βουλῇ τοῖς τε δυνατωτάτοις σφῶν, οἵπερ που καὶ τὰ ta\ Xyl., kata\ L. τοῦ Πομπηίου μάλιστʼ ἔπραττον, ἔγραφεν, οὐχ ὅτι καὶ ἤθελεν ἢ καὶ ἤλπιζέ τι αὐτῶν γενήσεσθαι, genh/sesqai Naber, gnw/sesqai L. ἀλλʼ ἵνα μὴ προσδεχομένων μήτε κατὰ τοῦ Καίσαρός τι ψηφισθείη (πολλὰ γὰρ ἐπʼ αὐτῷ ὑπὸ πολλῶν ἐγράφετὀ καὶ αὐτὸς ἐπὶ τῇ προφάσει ταύτῃ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi