Kitap 40
55.4
εἶναι. καίπερ καὶ τότε ὁ Κικέρων οὐδὲν βέλτιον τοῦ Πλάγκου κατηγόρησεν ἢ ὑπὲρ τοῦ Μίλωνος ἀπελογήσατο· ἥ τε γὰρ τοῦ δικαστηρίου ὄψις ἡ αὐτὴ ἦν, καὶ ὁ Πομπήιος ἐν ἑκατέρῳ τἀναντία οἱ καὶ ἐβουλεύετο καὶ ἔπραττεν, ὅθεν οὐχ ἥκιστα αὗθις αὐτῷ προσέκρουσε.
56.1
ταῦτά τε οὖν ἅμα διῴκει, καὶ τὸν περὶ τῶν ἀρχαιρεσιῶν νόμον τὸν κελεύοντα τοὺς ἀρχήν τινα ἐπαγγέλλοντας ἐς τὴν ἐκκλησίαν πάντως ἀπαντᾶν, ὥστε μηδένα ἀπόντα αἱρεῖσθαι, παρημελημένον πως ἀνενεώσατο· τό τε δόγμα τὸ μικρὸν ἔμπροσθε γενόμενον, ὥστε τοὺς ἄρξαντας ἐν τῇ πόλει μὴ πρότερον ἐς τὰς ἔξω ἡγεμονίας, πρὶν πέντε ἔτη παρελθεῖν, κληροῦσθαι, ἐπεκύρωσεν.
56.2
οὐδʼ ᾐσχύνθη τότε μὲν to/te me\n Rk., me\n to/te L. τοιαῦτα γράψας, ὕστερον δὲ οὐ πολλῷ αὐτός τε τὴν Ἰβηρίαν ἐς πέντε ἄλλα ἔτη λαβών, καὶ τῷ Καίσαρι καὶ ἀπόντι (οἱ γὰρ φίλοι αὐτοῦ δεινῶς ἠγανάκτουνʼ αἰτῆσαι τὴν
56.3
ὑπατείαν, ὥσπερ ἐψήφιστο, δούς. προσέγραψε prose/graye R. Steph., proe/graye L. μὲν γὰρ τῷ νόμῳ τὸ μόνοις αὐτὸ ἐξεῖναι ποιεῖν οἷς ἂν ὀνομαστί τε καὶ ἄντικρυς ἐπιτραπῇ, διέφερε δʼ οὐδὲν τοῦτο τοῦ μηδʼ ἀρχὴν κεκωλῦσθαι· πάντως γὰρ οἵ oi(/ Xyl., o(/ L. τι δυνάμενοι καὶ ἐκεῖνο ψηφισθῆναί σφισι διαπράξασθαι ἔμελλον.
57.1
ὁ μὲν οὖν Πομπήιος τοιαῦτʼ ἐπολιτεύετο, ὁ δὲ δὴ Σκιπίων οὔτε ἐνομοθέτησέ τι, καὶ τὰ πρὸς τοῦ Κλωδίου περὶ τῶν τιμητῶν γραφέντα κατέλυσε. καὶ ἔδοξε μὲν τὴν ἐκείνων χάριν τοῦτο πεποιηκέναι, ἐπειδὴ τὴν ἐξουσίαν αὐτοῖς ἣν καὶ πρὶν