Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

54.4 ἐσθίειν, εἴπερ τι τοιοῦτον ἀπελελόγητο. τοῦτο δὲ ἔγραψεν οὐχ ὅτι τοῖς παροῦσιν ἠρέσκετο (πολλὰ γὰρ ἐπὶ τῇ καθόδῳ ἐπετόλμησενʼ ἀλλʼ ἐς τὸν Κικέρωνα ἀποσκώπτων, ὅτι μηδὲν χρηστὸν ἐν τῷ τῆς ἀπολογίας καιρῷ εἰπὼν ἔπειτα ἀκάρπους λόγους καὶ ἐμελέτα καὶ ἔπεμπεν e)/pempen Leuncl., ei)=pen L. αὐτῷ, ὥσπερ τι ὠφελῆσαι τότε αὐτὸν δυναμένους. duname/nous Leuncl., duna/menos L.
55.1 ὅ τε οὖν Μίλων οὕτως ἑάλω, καὶ ὁ Ῥοῦφος ὅ τε Πλάγκος *pla/gkos R. Steph., pla/xnos L. ἐπειδὴ πρῶτον ἐκ τῆς ἀρχῆς ἐξῆλθον, ἄλλοι τε σὺν αὐτοῖς συχνοὶ διὰ τὴν τοῦ βουλευτηρίου ἔμπρησιν, καίτοι τῷ Πλάγκῳ καὶ τοῦ Πομπηίου συσπουδάσαντος, suspouda/santos R. Steph., spouda/santos L. ὥστε καὶ βιβλίον ἔπαινόν τε ἅμα αὐτοῦ καὶ
55.2 ἱκετείαν ἔχον ἐς τὸ δικαστήριον ἔπεμψεν· ὁ γὰρ Κάτων ὁ Μᾶρκος (δικάζειν δὲ ἔμελλενʼ οὐκ ἔφη τὸν ἐπαινέτην ἐπὶ τῇ τῶν ἑαυτοῦ νόμων καταλύσει προσίεσθαι. καὶ ὁ μὲν οὐκέτι τὴν ψῆφον ἔδωκεν· ὁ γὰρ Πλάγκος ὡς καὶ τὴν καθαιρήσουσαν αὐτὸν οἴσοντα ἐξέκρινεν (ἐξῆν γάρ, ἐκ τῶν Πομπηίων νόμων, πέντε ἑκατέρῳ τῶν διαδικούντων ἐκ τῶν δικάσειν σφίσι μελλόντων
55.3 ἀπολέγεινʼ· οἱ μέντοι ἄλλοι δικασταὶ κατεψηφίσαντο αὐτοῦ. οὔτε γὰρ ἄλλως ὀρθῶς ἔχειν ἔδοξέ σφισι, τοῦ Ῥούφου κατεγνωκόσιν, ἐκεῖνον ἐπὶ τοῖς αὐτοῖς κρινόμενον ἀφεῖναι· καὶ ἐπειδὴ τὸν Πομπήιον συναιρόμενόν οἱ εἶδον, ἀντεσπούδασαν αὐτῷ, μὴ καὶ δοῦλοί τινες ἄντικρυς αὐτοῦ μᾶλλον ἢ δικασταὶ νομισθῶσιν

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi