Kitap 40
52.1
πάνυ γὰρ πολλοὶ ἐπὶ τῷ ἐγκλήματι τούτῳ εὐθύνθησαν, καὶ μάλισθʼ ὅτι τὰ δικαστήρια ἀκριβέστερον ἐκ τῶν τοῦ Πομπηίου νόμων συνήγετο. πάντας τε γὰρ τοὺς ἄνδρας ἐξ ὧν τοὺς δικάσοντας ἀποκληροῦσθαι ἔδει e)/dei Bk., e)do/kei L. αὐτὸς ἐπελέγετο, καὶ τὸν τῶν συναγορευσόντων sunagoreuso/ntwn Rk., sunagoreuo/ntwn L. ἑκατέρῳ τῷ μέρει ἀριθμὸν ὥρισεν, ὥστε μὴ ὑπὸ τοῦ πλήθους αὐτῶν τοὺς
52.2
δικαστὰς θορυβουμένους ἐκταράττεσθαι. χρόνον τε τῷ μὲν διώκοντι δύο ὥρας, τῷ δὲ φεύγοντι τρεῖς δίδοσθαι ἐκέλευσε. καὶ ὃ δὴ μάλιστα πλείστοις ἐλυμαίνετο, τό to\ added by Rk. τινας ἐπαινέτας ὑπὸ τῶν κρινομένων δίδοσθαι (πάμπολλοι γὰρ ὑπὸ τῶν ἀξιοπίστων ἐπαινούμενοι ἐξηρπάζοντὀ, ἐπηνώρθωσε, νομοθετήσας μηδένα ἔτι τὸ παράπαν ἐπαινέτην e)paine/thn Bk., e)cei=nai e)n L.
52.3
τοῖς τοιούτοις γίγνεσθαι. καὶ ταῦτα μὲν ἄλλα τέ τινα κατὰ πάντων ὁμοίως τῶν δικαστηρίων ἐτάχθη, τοῖς δὲ δὴ περὶ peri\ added by Cary. τὰς ἀρχὰς δεκάζουσι καὶ τοὺς προεαλωκότας ἐπὶ τοιούτῳ toiou/tw| Oddey, tou/twi L. τινὶ κατηγόρους ἐπέστησεν, ἆθλόν σφισιν οὐκ ἐλάχιστον προθείς·
52.4
εἰ γάρ τις ἤτοι δύο τῶν ὁμοίων τῶν τε ἐλαττόνων ἢ καὶ ἕνα τῶν μειζόνων τῆς th=s Rk., h)\ th=s L. καθʼ ἑαυτὸν αἰτίας εἷλεν, ἄδειαν εὑρίσκετο.
53.1
ἄλλοι τε οὖν ἐκ τούτου πολλοὶ ἑάλωσαν e(a/lwsan Bs., kai\ e(a/lwsan L. καὶ Πλαύτιος Ὑψαῖος ἀνταιτήσας τῷ τε Μίλωνι καὶ τῷ Σκιπίωνι τὴν ὑπατείαν. τῶν γὰρ δὴ τριῶν