Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

48.1 τοιαύτης οὖν τότε τῆς ἐν τῷ ἄστει καταστάσεως οὔσης, καὶ μηδενὸς τοῖς πράγμασιν ἐπιτεταγμένου, σφαγαὶ καθʼ ἑκάστην ἡμέραν ὡς εἰπεῖν ἐγίγνοντο, τάς τε ἀρχαιρεσίας, καίτοι σπεύδοντες ἐπὶ τὰς ἀρχὰς καὶ δεκασμοῖς καὶ φόνοις διʼ αὐτὰς χρώμενοι,
48.2 οὐκ ἐπετέλουν. ὁ γοῦν Μίλων ὑπατείαν αἰτῶν τὸν Κλώδιον ἐν τῇ Ἀππίᾳ ὁδῷ συντυχόντα οἱ τὸ μὲν πρῶτον ἁπλῶς πως ἔτρωσεν, ἔπειτα δὲ φοβηθεὶς μὴ ἐπεξέλθῃ e)pece/lqh| R. Steph., e)ce/lqh| L. τῷ γεγονότι κατέσφαξεν, ἐλπίσας, ἐπειδὴ πάντας pa/ntas R. Steph., pa/ntes L. τοὺς οἰκέτας τοὺς τοῦτο ποιήσαντας εὐθὺς ἠλευθέρωσε, h)leuqe/rwse Leuncl., e)leuqerw=sai L. ῥᾷον τοῦ φόνου τελευτήσαντος αὐτοῦ ἢ τοῦ τραύματος εἰ περιγίγνοιτο
48.3 ἀφεθήσεσθαι. ἀκούσαντες οὖν τοῦθʼ οἱ ἐν τῇ πόλει πρὸς ἑσπέραν δεινῶς ἐταράχθησαν· ταῖς τε γὰρ στάσεσιν ἀφορμὴ πολέμου καὶ κακῶν ἐγίγνετο, καὶ οἱ διὰ μέσου, εἰ καὶ ἐμίσουν τὸν Κλώδιον, ὅμως διά τε τὸ to\ R. Steph., to\n L. ἀνθρώπινον καὶ ὅτι καὶ τοῦ Μίλωνος στερηθῆναι ἐπὶ τῇ προφάσει ταύτῃ
49.1 ἤθελον, ἠγανάκτουν. παραλαβόντες δὲ αὐτοὺς οὕτως ἔχοντας ὅ τε Ῥοῦφος καὶ Τίτος Μουνάτιος Πλάγκος προσπαρώξυναν· δημαρχοῦντες γὰρ ἔς τε τὴν ἀγορὰν τὸν to\n added by Rk. νεκρὸν ὑπὸ τὴν ἕω ἐσεκόμισαν καὶ ἐπὶ τὸ βῆμα ἐπέθεσαν πᾶσί τε ἐπεδείκνυσαν,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi