Kitap 40
46.2
δόγμα τε do/gma te R. Steph., do/gmata L. ἐποιήσαντο μηδένα μήτε στρατηγήσαντα μήθʼ ὑπατεύσαντα τὰς ἔξω ἡγεμονίας, πρὶν ἂν πέντε ἔτη διέλθῃ, λαμβάνειν, εἴ πως ὑπὸ τοῦ μὴ παραυτίκα ἐν δυνάμει τινὶ αὐτοὺς γίγνεσθαι παύσαιντο σπουδαρχοῦντες. οὔτε γὰρ ἐμετρίαζον
46.3
οὔθʼ ὑγιὲς οὐδὲν ἐποίουν, ἀλλʼ ἐπʼ ἀλλήλους παρώρμηντο πολλὰ μὲν δαπανώμενοι πολλῷ δʼ ἔτι πλείω μαχόμενοι, ὥστε καὶ τὸν ὕπατόν ποτε τὸν Καλουῖνον τρωθῆναι. οὔκουν οὔθʼ ὕπατος οὔτε στρατηγὸς οὔτε πολίαρχός τίς σφας διεδέξατο, ἀλλὰ ἄναρκτοι κατὰ τοῦτο παντελῶς οἱ Ῥωμαῖοι τὰ πρῶτα τοῦ ἔτους ἐγένοντο.
47.1
κἀκ τούτου οὔτε τι ἄλλο χρηστὸν συνέβη, καὶ ἡ ἀγορὰ ἡ διὰ τῶν ἐννέα ἀεὶ ἡμερῶν ἀγομένη ἐν
47.2
αὐτῇ τῇ τοῦ Ἰανουαρίου νουμηνίᾳ ἤχθη. καὶ τοῦτό τε αὐτούς, au)tou\s R. Steph., au)toi=s L. ὡς οὐκ ἀπὸ ταὐτομάτου συμβὰν ἀλλʼ ἐν τέρατος λόγῳ γενόμενον, ἐθορύβει, καὶ ὅτι βύας ἐν τῇ πόλει καὶ ὤφθη καὶ συνελήφθη, ἄγαλμά τέ τι ἐπὶ τρεῖς ἡμέρας ἵδρωσε, καὶ λαμπὰς ἐκ τῶν νοτίων πρὸς ἀνατολὰς διέδραμε, καὶ πολλοὶ μὲν κεραυνοὶ πολλοὶ δὲ καὶ βῶλοι λίθοι τε καὶ ὄστρακα καὶ αἷμα διὰ τοῦ ἀέρος ἠνέχθη.
47.3
δοκεῖ δὲ ἔμοιγε καὶ ἐκεῖνο τὸ τῷ προτέρῳ ἔτει, ἐπʼ ἐξόδῳ αὐτοῦ, περί τε τὸν Σάραπιν καὶ περὶ τὴν Ἶσιν ψηφισθὲν τέρας οὐδενὸς ἧττον γενέσθαι· τοὺς γὰρ ναοὺς αὐτῶν, au)tw=n Leuncl., au)tou= L. οὓς ἰδίᾳ τινὲς ἐπεποίηντο,
47.4
καθελεῖν τῇ βουλῇ ἔδοξεν. οὐ γὰρ δὴ τοὺς θεοὺς τούτους ἐπὶ πολὺ ἐνόμισαν, καὶ ὅτε o(/te Rk., o(/ti L. γε καὶ ἐξενίκησεν ὥστε καὶ δημοσίᾳ αὐτοὺς σέβεσθαι, ἔξω τοῦ πωμηρίου σφᾶς ἱδρύσαντο.