Kitap 40
44.1
ταῦτα μὲν οὕτως ἐπί τε Λουκίου Παύλου καὶ ἐπὶ Γαΐου Μαρκέλλου ὑπάτων ἐτελευτήθη, ὁ δὲ δὴ Καῖσαρ τῶν μὲν Γαλατῶν ἕνεκα καὶ τοῦ χρόνου τοῦ πρὸς τὴν ἡγεμονίαν αὐτοῦ δοθέντος ἔκ τε τῆς Γαλατίας ἀπαλλαγῆναι καὶ ἐς τὴν Ῥώμην ἐπανακομισθῆναι ὤφειλεν· ἐκεῖνός e)kei=no/s Leuncl., ei)ko/s L. τε γὰρ ἐπʼ ἐξόδῳ ἦν καὶ ὁ πόλεμος ἐπέπαυτο, καὶ οὐδεμίαν ἔτʼ εὐπρεπῆ σκῆψιν πρὸς τὸ μὴ οὐ τά τε στρατόπεδα ἀφεῖναι καὶ ἰδιωτεῦσαι εἶχεν·
44.2
ἐπεὶ δὲ τά τε ἐν τῷ ἄστει ἐστασιάζετο, καὶ ὁ Κράσσος ἐτεθνήκει, ὅ τε Πομπήιος ἔν τε δυνάμει αὖθις, ἅτε τρίτον ὑπατευκὼς καὶ τὴν ἐν τῇ Ἰβηρίᾳ ἀρχὴν ἐπὶ πέντε ἄλλα ἔτη δοθῆναί οἱ διαπεπραγμένος, ἐγένετο, καὶ αὐτῷ οὐκέτʼ οἰκείως,
44.3
ἄλλως τε καὶ τοῦ παιδίου, ὅπερ που καὶ μόνον ἐν τῇ φιλίᾳ αὐτοὺς au)tou\s R. Steph., au)tou= L. κατεῖχε, τετελευτηκότος, διέκειτο, die/keito supplied by Rk. ἐφοβήθη μὴ τῶν στρατιωτῶν ψιλωθεὶς ἐπί τε ἐκείνῳ καὶ ἐπὶ τοῖς ἄλλοις ἐχθροῖς γένηται, καὶ οὐ διῆκεν αὐτούς.
45.1
ἐν γὰρ δὴ τοῖς αὐτοῖς τούτοις ἔτεσιν ἄλλα τε ἐν τῇ πόλει στασιώδη πολλὰ κἀν ταῖς ἀρχαιρεσίαις μάλιστα ἐγένετο, ὥστε μόλις ἑβδόμῳ μηνὶ τόν τε Καλουῖνον καὶ τὸν Μεσσάλαν ὑπάτους ἀποδειχθῆναι·
45.2
καὶ οὐδʼ ἂν τότε ᾑρέθησαν, εἰ μὴ Κύιντός τε Πομπήιος ὁ Ῥοῦφος ἐς τὸ δεσμωτήριον ὑπὸ τῆς βουλῆς, καίτοι τοῦ τε Σύλλου θυγατριδοῦς ὢν καὶ δημαρχῶν, ἐνεβλήθη, καὶ τοῦτο καὶ τοῖς ἄλλοις τοῖς κακουργῆσαί τι ἐθελήσασιν ἐψηφίσθη, τῷ τε Πομπηίῳ ἡ πρὸς αὐτοὺς βοήθεια ἐνεχειρίσθη.