Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 40

39.2 γενόμενον καὶ ἐνεκυκλώσατο, οὐ μέντοι κακόν τι εἰργάσατο, ἀλλὰ καὶ πᾶν τοὐναντίον τούς τε Ῥωμαίους ἠνάγκασεν ἀγαθοὺς εἶναι ἀπογνώσει τῆς σωτηρίας, καὶ αὐτὸς ὑπό τε τοῦ πλήθους καὶ ὑπὸ τοῦ θράσους ἔπταισε, καί τι καὶ ὑπὸ τῶν Κελτῶν
39.3 τῶν τοῖς Ῥωμαίοις συμμαχούντων ἐσφάλη· ταῖς τε γὰρ ὁρμαῖς ἄπληστοι ὄντες καὶ τοῖς a)/plhstoi o)/ntes kai\ toi=s Rk., a)plh/stois L. σώμασι τὴν τόλμαν προσεπισχυρίσαντες διέρρηξαν τὴν περίσχεσιν. εὑρὼν δὲ δὴ τὸ εὕρημα τοῦτο ὁ Καῖσαρ οὐκ ἀνῆκεν, ἀλλʼ ἐς Ἀλεσίαν τοὺς διαφυγόντας αὐτῶν κατακλείσας ἐπολιόρκει.
40.1 κἀν τούτῳ ὁ Οὐερκιγγετόριξ τὸ μὲν πρῶτον τοὺς ἱππέας, πρὶν παντελῶς ἀποτειχισθῆναι, ἐξέπεμψε, τῆς τε τροφῆς τῶν ἵππων ἕνεκα (οὐ γὰρ ἦνʼ καὶ ὅπως ἐς τὰς πατρίδας ἕκαστοί σφων κομισθέντες τά τε ἐπιτήδεια καὶ ἐπικουρίαν αὐτῷ
40.2 ἀγάγωσιν. ἐπεὶ δʼ οὗτοί τε ἐχρόνιζον καὶ τὰ σιτία σφᾶς ἐπιλείπειν ἤρξατο, τούς τε παῖδας καὶ τὰς γυναῖκας καὶ kai\ supplied by R. Steph. τῶν ἄλλων τοὺς ἀχρειοτάτους ἐξέβαλεν, e)ce/balen R. Steph., e)ce/balon L. ἐλπίσας μάτην ὅτι ἢ καὶ ἐκεῖνοι πρὸς τῶν Ῥωμαίων τῆς λείας ἕνεκα σωθήσονται, ἢ οἵ γε λοιποὶ ταῖς τροφαῖς αὐτῶν ἐπὶ πλεῖον χρησάμενοι
40.3 περιγενήσονται. ὁ γὰρ Καῖσαρ ἄλλως μὲν οὐδʼ αὐτὸς τῶν ἐπιτηδείων, ὥστε καὶ ἑτέρους τρέφειν, εὐπόρει· τοῖς δʼ οὖν d' ou)=n Pflugk, gou=n L. πολεμίοις ἰσχυροτέραν τὴν σιτοδείαν ἐπανελθόντων αὐτῶν, ἐλπίδι τοῦ πάντως σφᾶς καταδεχθήσεσθαι, ποιήσειν νομίσας πάντας

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi